ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος. πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω, ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί. Ὠκύπους Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων. προθυμία γὰρ ἐν γέρουσι παρέπεται, πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.