καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω. ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον. καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον δύστηνος αὐτὸς ἐκ δόμων προσέρχεται. Ὠκύπους Πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος; τείνει δὲ νεῦρον οἷα τοξότης ἀνὴρ βέλος προπέμπων καὶ στένειν βιάζεται· τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ. Τροφεύς Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον. μή πῶς με πίπτων καταβάλῃς σὺ χωλὸς ὦν. Ὠκύπους Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ· νεωτέρῳ γὰρ αἶσχος ἐν παισὶν ἀεὶ ὑπηρέτης ἀδύνατος γογγύζων γέρων. Τροφεύς Μὴ μὴ σὺ ταῦτα, μωρέ, μή με κερτομει, μή μ’ ὡς νέος κόμπαξε, τοῦτ’ εἰδὼς ὅτι ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος. πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω, ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί. Ὠκύπους Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων. προθυμία γὰρ ἐν γέρουσι παρέπεται, πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος. Τροφεύς Τί μοι σοφίζῃ. κοὺ λέγεις οἵῳ τρόπῳ πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βασιν; Ὠκύπους Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα, τρέχων ἔτεινα. καὶ συνεμμίχθην πόνῳ. Τροφεύς Πάλιν τρέχ᾿, ὡς τις εἶπεν, ὃς καθήμενος πώγωνα τίλλει χουριῶν ὑπ’ ὠλέναις.