Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι. πόθεν μὲ τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος; δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν, ὁποῖα Σάτυροι Βακχίους ὑπ’ ὠλένας. Τροφεύς Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι, καὶ τὸν νέον σὲ χειραγωγῶ πρέσβυς ὤν.