Οἴμοι. πόθεν μοι καινὸς εἰσῆλθεν πόνος ποδὸς δι᾿ ἄλλου. καί με συμπάσχει κακῶς; ἢ πῶς ὅλος πέπηγα μεταβῆναι θέλων; δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα, νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος. ἀλλ’ ἄντομαί σε πρὸς θεῶν, Σωτήριχε, εἴπερ τι τέχνη σὴ δύναται, μηδὲν φθονῶν θεράπευσον ἡμᾶς, εἰ δὲ μή, διοίχομαι· πάσχω γὰρ ἀφανῶς, κατὰ ποδὼν τοξεύομαι. Ἰατρός Τοὺς μὲν πλανήτας περιελὼν λόγους ἐγώ, τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον, ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον. τὰ πάντα σοι πάσχοντι συντόμως φράσω. ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν· οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν, ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον. δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην, ἧς οὐκ ἂν ἂραιτ’ ἄχθος ἀνθρώπων φύσις. Ὠκύπους Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι. πόθεν μὲ τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος; δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν, ὁποῖα Σάτυροι Βακχίους ὑπ’ ὠλένας. Τροφεύς Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι, καὶ τὸν νέον σὲ χειραγωγῶ πρέσβυς ὤν.