καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων. ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδὴ λέγων πεινῶντ’ ἔοικε μαστίχην μασωμένῳ. Ἰατρός Πλανᾷς ἅπαντας, ἄλλα δ’ ἐξ ἄλλων λέγεις, λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις. Ὠκύπους Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν;