ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων. οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει, ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου. ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις, φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος·