<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="46"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>εἰ δέ με μὴ σώζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σώζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην, οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν <pb facs="operaexrecogniti03luciuoft_0418"/> Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλιμέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττόμην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ἡρούμην αὐτομολοῦντι τῷ δαίμονι συμ- μεταβάλλεσθαι· καλὸν γὰρ κρησφύγετον θάνατος ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέσθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ’ ἐμαυτὸν οὐ καταισχύνω τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον τὴν ἐλευθερίαν προέμενος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="47"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν <milestone unit="Reitz_page" n="525"/> μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν <quote rend="blockquote"><l rend="align(indent)"/>ἡ δὲ καὶ θνήσκουσ’ ὅμως <l/>πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν·</quote> κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγε προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ νῦν λέγειν ἐμέ; τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμί, συγγίνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="48"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δ᾽ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες <milestone unit="Reitz_page" n="526"/> ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι· μεθ’ ἧς ἂν τῆς προνοίας ἀδεῶς μὲν ἐπολιτευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησε δ’ οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογείτονος, <pb facs="operaexrecogniti03luciuoft_0419"/> οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="49"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον. </p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τὸ δὲ τί δή ποτε ἦν;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς . . . . κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="50"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ὁ δὲ χαίρειν εἰπὼν <milestone unit="Reitz_page" n="527"/> ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαῖ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δὲ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὃ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός, τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.</p></sp></div></div></body></text></TEI>