<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="41"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον <milestone unit="Reitz_page" n="521"/> καὶ τὴν πατρῷαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δ’ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="42"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων <pb facs="operaexrecogniti03luciuoft_0416"/> ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων τῶν ᾿Αθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις. </p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="43"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οὗ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικε γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας· δηλοῖ δὲ <milestone unit="Reitz_page" n="522"/> ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῷ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν καταναλωκότες.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἔλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν—οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι᾿ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίξων.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον, ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον ἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="44"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.</p></sp><pb facs="operaexrecogniti03luciuoft_0417"/><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασι προεῖτο τὴν ψυχήν;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, <milestone unit="Reitz_page" n="523"/> Μακεδόσι μέν, εἶπεν, οὐδὲν ἀπώμοτον, οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν. τοιαῦτα πολλὰ ἔλεγε· καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμη, ἵνα σοι τὰ λεχθέντα σώζοιτο. Ἐγὼ μέν τοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου φόβῳ κατ’ ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ’ εἰ ταῦτ’ ἀληθεύετε, πολύ μοι μᾶλλον ἔτι φυλακτέον μὴ τὴν ψυχὴν αὐτὴν παρ’ Ἀντιπάτρου δεδωροδοκηκέναι μηδ’ ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="45"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>καλὸν γάρ, Ἀρχία, εἰ τὸ ζῆν ἐμοὶ Πειραιεὺς αὐτὸς παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα, καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ᾗ ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἑλεύθερος καὶ ψηφίσματα στρα- τιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην <milestone unit="Reitz_page" n="524"/> αἰχμαλώτους, ἢ τοῖς πατράσιν. ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.</p></sp></div></div></body></text></TEI>