<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="36"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησι δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον <milestone unit="Reitz_page" n="518"/> ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησι δ’ ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="37"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους· ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ <pb facs="operaexrecogniti03luciuoft_0414"/> δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε. ἔφη, ποιοῦσιν ᾿Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμάτων ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέχει, καταλαμβάνει, πόρους εὑρίσκει, δύναμιν συλλέγει, ἐπιμήκεις στόλους <milestone unit="Reitz_page" n="519"/> ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="38"><sp rend="align(indent); merge"><speaker>Ἀντιπάτηρ</speaker><p>Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρὸς με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα· περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἄνθρωπος ἡμᾶς κινδύνου κατέστησε. καὶ γὰρ εἰ παρ’ ἐλπίδα καὶ κακία στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργασμένῃ κεκρατήκαμεν, ἀλλ’ ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, Ἀθηναίους ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγκάσας καὶ μηδ’ εἴσω μὲ τῆς ᾿Αττικῆς ἐπιτρέψας παρελθεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="39"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν <milestone unit="Reitz_page" n="520"/> Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, <pb facs="operaexrecogniti03luciuoft_0415"/> εἶπεν, ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι, τῇ πρεσβείᾳ ῥᾷστα ἦν κεκρατηκώς, τοῦ Δημοσθένους δ’ ἐπιστάντος, Μάτην, εἶπεν ἄν, ἐπρεσβεύσαμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="40"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>οὐ γάρ ἐστι κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον.</p><p rend="align(indent)">Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες εἰ λάβοιμεν τοιοῦτον ἄνδρα, πρὸς Διός. Ἀρχία, τί ποτε νομίζεις; βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτῶν καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι· πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο, τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων, μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.</p></sp></div></div></body></text></TEI>