Ἀντιπάτηρ Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων θορύβων ἐπιπολάσαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα θρασέως ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακρὰν δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν ἄφιλον δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ’ αὑτὸν εἰς ταῦτα παρασχεῖν διάκονον ἐφ’ οἷς αὐτοὶ μετενόησαν, οἷς ἐχαρίζετο· μετ’ οὐ πολὺ γοῦν τῆς συκο φαντίας λαμπροτέραν ἢ κατ’ Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ’ οὐκ ἔμελεν οὐδ’ ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χοώμενος, ἣν ἐχρῆν δήπου τῆς ἀγνωμοσύνης ἐκτεμεῖν. Ἀρχίας Τί δ’; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης; Ἀντιπάτηρ Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ· τὰ γάρ τοι καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τί μιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τους Λακεδαιμονίους θαυμάσαντος καί, κτεῖναι παρόν, ἀφέντος. ἀλλ’ εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐ τός τὲ δὶς Ἀθήνησιν, εἰ καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμάτων αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις, τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ Ἀττικοὶ ῥήτορες παιδιὰ παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνε χείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ· μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγο μὲν ὡς ἐλέγξοντες Ἀθηναίους, Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασι πεπιστευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ’ ἡμῖν ἀπρόσι τος ἡ δύναμις αὐτῷ τοῦ λόγου. Ἀντιπάτηρ ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην δὲ αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, ἀκλινῆ τὴν ψυχὴν ἐπ᾿ ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδιδόντα. καὶ Φίλιππον δὲ τὴν ἐμὴν γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπτομένης τοῦ Φιλίππου καὶ Παρμενίωνος ἠγανακτηκότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπειπόντος, Ὦ, Παρμενίων, . ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον ἠβουλόμην ἢ γραμματεῦσι καὶ τριταγωνισταῖς ἐμαυτὸν πεπιστευκέναι. νῦν δ’ ἐκείνων μὲν ἕκαστος ἀπογέγραπται χρυσίον ξύλα πόρους θρέμματα γῆν οὐ Βοιωτίας οὐδ’ ἔνθα τι μὴ παρ’ ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τῶν Βυζαντίων τὸ τεῖχος ἕλοιμεν μηχαναῖς ἡ Δημοσθένην χρυσίῳ. Ἀντιπάτηρ ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προέμην ἄν, φιλίαν δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ’ ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ’ ἡμῖν τυχεῖν γενόμενον μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῆ τιθεὶς δεύτερον. Ἀντιπάτηρ πρὸς Παρμενίωνα μὲν ταῦτα. τοιούτους δὲ τινας καὶ πρὸς ἐμὲ λύγους ἐποιήσατο· τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων, ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ ἀστικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας ἡμῖν; ἁι μὲν τριήρεις καὶ ὁ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήναφος. τί δ’ ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; εἰ δὲ μὴ Δημοσθένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν πόλιν ἢ Θηβαίους καὶ Θετταλοὺς ἀπατῶντες, βιαζόμενοι, φθαάνοντες, ὠνούμενοι· νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορε καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκε καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγήμασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἄνθρωπός ἐστι, μὴ πάντ’ ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ’ αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.