τί δέ ἐστιν ὅ τι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασι καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ κατὰ πάρεργον ἐκτησάμην· καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δὲ ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντῶν ἐπὶ τῆς οἰκίας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς οὐκ ἂν παρέργως ἀκοῦσαι. Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολείψομαί σου πρὶν ἢ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι. σὺ δ’ εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ’ ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους. Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τὰ Θερσαγόρου· καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην. ἐντυχὼν δὲ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ᾿ αὐτῶν τῶν ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίνεται τῆς τιμῆς, εἰ, μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων παιᾶνα, τὰ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποίησιν καινὴν ποιεῖν ἐκλέλειπται, τὰ δὲ προτέροις συντεθέντα τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσι χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν δοκεῖν τετιμηκέναι. τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα—τὸ βιβλίον φησίν, Ἀντιπάτρῳ μεμηνῦσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν. ἐπεὶ δ’ εἰσῆλθεν . . . . αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον. Ἀρχίας Χαῖρε, ὦ Ἀντίπατρε. Ἀντιπάτηρ Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες; Ἀρχίας Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων. Ἀντιπάτηρ Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι; Ἀρχίας Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον. Ἀντιπάτηρ Τί δ’ οὐ ζῶντα κατειλήφατε; Ἀρχίας Κατειλήφαμεν. Ἀντιπάτηρ Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν; Ἀρχίας Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ. Ἀντιπάτηρ Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον. Ἀρχίας Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο. Ἀντιπάτηρ Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε. Ἀρχίας Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν. Ἀντιπάτηρ Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας. Ἀρχίας Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάξεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δ’, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ξῶν ἀφίκετο; πάντως οὐδὲν ἂν αὐτὸν ἢ ἀπέκτεινας.