πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν· πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς, ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικός, ἡρώων ἐπαίνους ἐκ μερῶν διατέθεσθα,. ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἡ τόξων ἢ τῆς αἰγίδος, μήτι γε δὴ μέρους σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δὲ οὐδὲ δυνατὸν ἐφ’ ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ’ ὁ Δημοσθένης αἰτιάσεται καθ’ ἓν τῶν αὐτοῦ καλῶν ἐπαινούμενος, ἐπεὶ τὸ γε σύμπαν οὐδ’ αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι. Ταῦτα τοῦ Θερσαγόρα διεξελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι βουλόμενον, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῶν λόγων παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην τὰ πεξὰ τοῖς ἐμμέτροις προστιθέντα. Σοὶ μὲν οὖν, ἔφη τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον. εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον. Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις. Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον, ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται πολλαῖς ἐτῶν περιόδοις· ὥστε ταύτης τῆς ἀπορίας ἕωλά σοι τὰ ἰάματα. Τοῦτ’ οὖν, ἔφη, σοὶ τό γε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδοῦ θαρραλεωτάτην εἶναι τὴν συνηθεστάτην. Τὴν ἐναντίαν γάρ, εἷπον, προὐθέμην ἤ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε Κυρηναῖον ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχίας ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχίας ἀλεείνειν. οὐ μάλα ῥᾴδιον δ’, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα. Παύσωνι τῷ ξωγράφώ φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δέ γε γράψαι τρέχοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον· ὡς δ’ ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι, μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι ἀλινδούμενον. Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ’ οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ Πρωτέως. Ποῖον, ἔφη, πάθος; Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως, ἐπεὶ καταναλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοιχείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι. Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἐμὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὔκ, ὦγαθέ, ἔφην, τοῦτο· παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’ ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις. Ὡς οὖν ἐδόκει ταῦτα αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενόμενος ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθὸν καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν. Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅ τι καὶ λέγεις εἰδέναι.