<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="16"><p>ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καἱ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα . . . . . καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην, <milestone unit="Reitz_page" n="503"/> διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον; Νὴ Δία γε, εἶπε, . . . . . δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ εἴχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρέσβεις καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί <pb facs="operaexrecogniti03luciuoft_0403"/> μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="17"><p>Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς <milestone unit="Reitz_page" n="504"/> λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν μικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, καὶ δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν, μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="18"><p>σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ τὸ κατ’ ἐμὲ εἶναι· τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμού- σης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι: σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσι περὶ τὰς Συρακουσίας τραπέξας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκου- σμάτων καὶ θεαμάτων ἐμπεσόντες ἡδονάς· οὐχ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἷμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅ τι σταίης. ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύ- ρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν <milestone unit="Reitz_page" n="505"/> ἀνδρείας, λημμάτων πολλῶν καὶ μεγάλων ὑπερο- ψίας, δικαιοσύνης φιλανθρωπίας πίστεως φρονήματος συνέσεως, ἑκάστου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων. ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρέσβεις δημηγορίας νόμους, ἐχεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα <pb facs="operaexrecogniti03luciuoft_0404"/> τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυξάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="19"><p>ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν, <quote rend="blockquote">Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, <l/>ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, <l/>ἢ τὰν κυανάμπυκα Θήβαν, <l/>ἢ τὸ πάντολμον σθένος Ἡρακλέους, <l/>ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν, <l/>ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν;</quote> οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="20"><p>ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην, ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτὴν εἰς ταύτην κατάθου τοῦτον τὸν λογον. ἱκανή γ’ ἄν σοι οὐδ’ ἡ Περικλέους· ἐκείνου μέν γὲ <milestone unit="Reitz_page" n="506"/> τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ’ αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς ὑπὲρ τὴν φαντασίαν οὐδὲν ἔμμονον ἔχουσαν οὐδ’ οἷον ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους . . . . ἀλλὰ σοὶ καταλελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.</p></div></div></body></text></TEI>