παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, χρυσέα κρηπὶς κατὰ Πίνδαρον· οὐ γὰρ ἦν Ἀθήνησι λαμπρότερον τιμήματος τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον. ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλυπτούσης. Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τῶν ἐπαίνων ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα, μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσι τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δὲ ἐνταῦθα δή που πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δὲ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δὲ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν κωμάζειν ἐκ τῆς τῶν ἐπιτρόπῶν ὀλιγωρίας, ὁ τῆς φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος. ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεο- φράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας. κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλαττίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαίνουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δὲ οὐρανίου χρυσῆς τινος σειρᾶς ἕλξιν, οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμάτων, ἀλλ’ ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν ψυχῶν, ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι, φησὶν ὁ τραγικός. ἔρωτι δὴ πάντα πόριμα, κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασι καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει. σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τῶν ὀνομάτων καὶ τῶν νοημάτων τὴν ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων· μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχε τὸν λόγον. οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν. οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόξειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν· οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.