Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόν των ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς ὑμῶν αὐτὸν ἐπίστανται. σμικρός τίς ἐστι γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα, Θερσαγόρας, ἔφην, ὁ ποιητὴς ποῖ δὴ καὶ πόθεν; Οἴκοθεν, ἦ δ’ ὅς, ἐνταῦθα. Πότερον, ἦν δ’ ἐγώ, διαβαδιῶν; Ἀμέλει μὲν οὖν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι. Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τὴς παιδεύσεως ἐκείνῳ τίνων. Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ’ ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου. πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω - τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δή που τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας - προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη· πάλαι γάρ τοι καὶ αὐτὸς ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσοι τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι. Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ, καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’, Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. Καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας, Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος; Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν μέγα φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν; Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι. Εὖ γε, εἶπον· ἐμὲ δ’ οὐκ ἂν νομίξοις πρὸς τοῦ Δηιμοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις κατὰ τὴν ὑπόθεσιν, δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσι θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσι μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν οἰνοβαρὲς πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δ’ εἷς οἰωνὸς ἄριστος πρὸς τό δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας, καὶ τό ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς πρὸς τό πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες. παραβάλλω δὲ καὶ τὸν ῥέοντα Πύθωνα πρὸς τὰς Ὀδυσσέως νιφάδας τῶν λύγων, καὶ τὸ εἰ μὲν μέλλοιμεν ἀγήρω τ᾿ ἀθανάτω τε ἔσσεσθαι πρὸς τό πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. καὶ μυρίαι γεγόνασιν αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.