Λυκίνος ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας διέγνωκα μένειν — ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος. Λυκίνος δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.