Λυκίνος ἀλλ’ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῶ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πη διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾿ ἦσθα, πῶς ἂν ἀπεφήνω; Θεόμνηστος Μελητίδην ἡ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὃς ὑπ’ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ’ οὖν —γὰρ οὐδὲν ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ — τοὺς ἄγαν ὑπὸ τοῦ παι δεραστεῖν κατωφρυωμένους λόγους ἐθαύμαζον μὲν ἐπὶ τῇ σεμνότητι, πλὴν οὐ πάνυ θυμῆρες ὠόμην, ἐφήβῳ παιδὶ συνδιημερεύοντα Τανταλείους δίκας ὑποφέρειν, καὶ τοῖς ὄμμασι τοῦ κάλλους μονονουχὶ προσκλύζοντος, ἐξὸν ἀρύσασθαι, διψὴν ὑπομένειν· οὐ γὰρ ἀπόχρη τὸ θεωρεῖν ἐρώμενον οὐδ’ ἀπαντικρὺ καθημένου καὶ λαλοῦντος ἀκούειν, ἀλλ’ ὥσπερ ἡδονῆς κλίμακα συμπηξάμενος ἔρως πρῶτον ἔχει βαθμὸν ὄψεως, ἵνα ἴδῃ, χἂν θεάσηται, ποθεῖ προσάγων ἐφάψασθαι· δι’ ἄκρων γοῦν δακτύλων κἂν μόνον θίγῃ, τὰ τῆς ἀπολαύσεως εἰς ἅπαν διαθεῖ τὸ σῶμα. τυχὼν δ’ εὐμαρῶς τούτου τρίτην πεῖραν ἐπάγει φιλήματος, οὐκ εὐθὺς περίεργον, ἀλλ’ ἠρέμα χείλη προσεγγίσας χείλεσιν, ἃ πρὶν ἢ ψαῦσαι τελείως, ἀπέστη, μηδὲν ὑπονοίας ἴχνος καταλιπών· εἶτα πρὸς τὸ παρεῖκον ἁρμοζόμενος ἀεὶ λιπαρεστέροις μὲν ἀσπάσμασιν ἐντέτηκεν, ἔσθ’ ὅτε καὶ διαστέλλων ἡσυχῇ τὸ στόμα, τῶν δὲ χειρῶν οὐδεμίαν παρίησιν ἀργήν· αἱ γὰρ φανεραὶ μετὰ τῶν ἐσθήτων περιπλοκαὶ τὴν ἡδονὴν συνάπτουσιν, ἢ λάθριος ὑγρῶς ἡ δεξιὰ κατὰ κόλπου δῦσα μαστοὺς βραχὺ τὴν φύσιν ὑπεροιδῶντας πιέζει, καὶ σφριγώσης γαστρὸς ἀμφιλαφὲς τοῖς δακτύλοις ἐπιδράττεται ὁμαλῶς, μετὰ τοῦτο καὶ πρωτόχνουν ἄνθος ἥβης. καὶ τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ; τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ’ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν. Θεόμνηστος ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασι, σεμνῶν ὀνομάτων κομψεύμασι τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης. καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ’ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων, ἀλλ’ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ηδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη, μηρῶν τε τῶν σῶν εὐσέβησ’ ὁμιλίαν κλαίων. τούς γε μὴν ὀνομαζομένους παρ’ Ἕλλησι κωμαστὰς οὐδὲν ἀλλ’ ἢ δήλους ἐραστὰς νομίζω. τάχα φήσει τις αἰσχρὰ ταῦτ’ εἶναι λέγεσθαι, πλὴν ἀληθῇ γε νὴ τὴν Κνιδίαν Ἀφροδίτην. Λυκίνος Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστι, τἄλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστι δ’ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας.