Λυκίνος ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς, οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος· τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα· ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς. καὶ μετ’ ὀλίγον φησί, τῷδε μὲν δέλτον δίδου· πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω. Λυκίνος καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν, ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι, γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα, κοῦροι τὸν φιλέουσιν. αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν, ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.