<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="46"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν, <milestone unit="Reitz_page" n="449"/> Ἀπόλλωνα δὲ ἐν λύραις, ἱππαστὴν δὲ ὡς Κάστορα, θείας δὲ ἀρετὰς διὰ θνητοῦ διώκοντα σώματος; ἀλλ’ ἐμοὶ μέν, δαίμονες οὐράνιοι, βίος εἴη διηνεκὴς οὗτος, ἀπαντικρυ τοῦ φίλου καθέζεσθαι καὶ πλησίον ἡδὺ λαλοῦντος ἀκούειν, ἐξιόντι δὲ αὐτῷ συνεξιέναι καὶ παντὸς ἔργου κοινῶνίαν ἔχειν. εὔξαιτο μὲν οὖν ἐρῶν τις δι᾿ ἀπταίστου καὶ ἀκλινοῦς βίου τὸν στεργόμενον ἀλύπως εἰς γῆρας ὁδεῦσαι μηδεμιᾶς τύχης πειράσαντα βάσκανον ἐπήρειαν. εἰ δὲ καί, οἷος ἀνθρωπίνης φύσεως νόμος, νόσος ἐπιψαύσειεν αὐτοῦ. κάμνοντι συννοσήσω καὶ διὰ χειμερίου θαλάττης ἀναγομένῳ συμπλεύσομαι· κἂν τυραννικὴ βία δεσμὰ περιάψῃ, τὸν ἴσον ἐμαυτῷ περιθήσω σίδηρον· ἐχθρὸς ἅπας ὁ μισῶν ἐκεῖνον ἐμὸς ἔσται, καὶ φιλήσω τοὺς πρὸς αὐτὸν εὐνοϊκῶς ἔχοντας· εἰ δὲ λῃστὰς ἢ πολεμίους θεασαίμην ἐπ᾿ αὐτὸν ὁρμῶντας, ὁπλισαίμην καὶ παρὰ <pb facs="operaexrecogniti02luciuoft_0256"/> δύναμιν· κἂν ἀποθάνῃ, ξῆν οὐκ ἀνέξομαι· τελευταίας δὲ ἐντολὰς τοῖς μετ’ ἐκεῖνον ὑπ’ ἐμοῦ στεργομένοις ἐπιθήσομαι κοινὸν ἀμφοτέροις ἐπιχῶσαι τάφον, ὀστέοις δὲ ἀναμίξαντας ὀστέα μηδὲ τὴν κωφὴν κόνιν ἀπ᾿ ἀλλήλων διακρῖναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="47"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου <milestone unit="Reitz_page" n="450"/> συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ <quote rend="blockquote"><l>ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει</l><l>πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς,</l></quote> οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν <milestone unit="Reitz_page" n="451"/> ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος· <quote rend="blockquote"><l>τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα·</l><l>ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς.</l></quote> καὶ μετ’ ὀλίγον φησί, <pb facs="operaexrecogniti02luciuoft_0257"/> <quote rend="blockquote"><l rend="align(indent)">τῷδε μὲν δέλτον δίδου·</l><l>πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·</l><l>ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω.</l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="48"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν, <quote rend="blockquote"><l>ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι,</l><l>γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα,</l><l>κοῦροι τὸν φιλέουσιν.</l></quote> αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο <milestone unit="Reitz_page" n="452"/> τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν, <quote rend="blockquote">ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,</quote> ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="49"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα· <quote rend="blcokquote"><l>Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾿ ὄμματα λίχνα φέροντες,</l><l>Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,</l><l>ὧδε νέων ἐράοιτε, πόλιν κ᾿ εὔανδρον ἔχοιτε.</l></quote> ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες <pb facs="operaexrecogniti02luciuoft_0258"/> εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ’ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς <milestone unit="Reitz_page" n="453"/> συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κλῃδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γὴν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="50"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’ <milestone unit="Reitz_page" n="454"/> ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.</p></sp></div></div></body></text></TEI>