Λυκίνος πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι λιπαρῶς ἐναθλήσας, ἐπειδὰν ἡ διάνοια τῶν ἐγκυκλίων ἀγαθῶν κορεσθῇ, τὸ σῶμα ταῖς ἐλευθερίοις ἀσκήσεσιν ἐκπονεῖ· Θεσσαλοὶ γὰρ ἵπποι μέλουσιν αὐτῷ· καὶ βραχὺ τὴν νεότητα πωλοδαμνήσας ἐν εἰρήνῃ μελετᾷ τὰ πολεμικὰ ἄκοντας ἀφιεὶς καὶ βέλη δι᾿ εὐστόχου δεξιᾶς ἀποπάλλων. εἶθ’ αἱ λιπαραὶ παλαῖστραι, καὶ πρὸς ἡλίου μεσημβρινὸν θάλπος ἐγκονίεται τὸ σῶμα πυκνούμενον, οἵ τε τῶν ἐναγωνίων πόνων ἀποσταλάζοντες ἱδρῶτες, μεθ’ οὓς λουτρὰ σύντομα καὶ τράπεζα τῇ μετὰ μικρὸν ἐπινήφουσα πράξει· πάλιν γὰρ αὐτῷ διδάσκαλοι καὶ παλαιῶν ἔργων αἰνιττόμεναι καὶ ἐπιμελούμεναι μνῆμαι, τίς ἀνδρεῖος ἥρως ἢ τίς ἐπὶ φρονήσει μαρτυρούμενος ἢ οἷοι δικαιοσύνην καὶ σωφροσύνην ἠσπάσαντο. τοιαύταις ἀρεταῖς ἁπαλὴν ἔτι τὴν ψυχὴν ἐπάρδων, ὅταν ἑσπέρα τὴν πρᾶξιν ὁρίσῃ, τῇ γαστρὸς ἀνάγκῃ τὸν ὀφειλόμενον δασμὸν ἐπιμετρήσας ἡδίους ὕπνους καθεύδει τοῖς μεθ’ ἡμέραν καμάτοις ἐπηρεμῶν ἐπίφθονον. Λυκίνος τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν, Ἀπόλλωνα δὲ ἐν λύραις, ἱππαστὴν δὲ ὡς Κάστορα, θείας δὲ ἀρετὰς διὰ θνητοῦ διώκοντα σώματος; ἀλλ’ ἐμοὶ μέν, δαίμονες οὐράνιοι, βίος εἴη διηνεκὴς οὗτος, ἀπαντικρυ τοῦ φίλου καθέζεσθαι καὶ πλησίον ἡδὺ λαλοῦντος ἀκούειν, ἐξιόντι δὲ αὐτῷ συνεξιέναι καὶ παντὸς ἔργου κοινῶνίαν ἔχειν. εὔξαιτο μὲν οὖν ἐρῶν τις δι᾿ ἀπταίστου καὶ ἀκλινοῦς βίου τὸν στεργόμενον ἀλύπως εἰς γῆρας ὁδεῦσαι μηδεμιᾶς τύχης πειράσαντα βάσκανον ἐπήρειαν. εἰ δὲ καί, οἷος ἀνθρωπίνης φύσεως νόμος, νόσος ἐπιψαύσειεν αὐτοῦ. κάμνοντι συννοσήσω καὶ διὰ χειμερίου θαλάττης ἀναγομένῳ συμπλεύσομαι· κἂν τυραννικὴ βία δεσμὰ περιάψῃ, τὸν ἴσον ἐμαυτῷ περιθήσω σίδηρον· ἐχθρὸς ἅπας ὁ μισῶν ἐκεῖνον ἐμὸς ἔσται, καὶ φιλήσω τοὺς πρὸς αὐτὸν εὐνοϊκῶς ἔχοντας· εἰ δὲ λῃστὰς ἢ πολεμίους θεασαίμην ἐπ᾿ αὐτὸν ὁρμῶντας, ὁπλισαίμην καὶ παρὰ δύναμιν· κἂν ἀποθάνῃ, ξῆν οὐκ ἀνέξομαι· τελευταίας δὲ ἐντολὰς τοῖς μετ’ ἐκεῖνον ὑπ’ ἐμοῦ στεργομένοις ἐπιθήσομαι κοινὸν ἀμφοτέροις ἐπιχῶσαι τάφον, ὀστέοις δὲ ἀναμίξαντας ὀστέα μηδὲ τὴν κωφὴν κόνιν ἀπ᾿ ἀλλήλων διακρῖναι.