Λυκίνος Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν· Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις; καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς, γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή. τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης; Λυκίνος ἄξιον τοίνυν ἀντιθεῖναι τοῖς θήλεσι κακοῖς τὴν ἄρρενα τῶν παίδων ἀγωγήν. ὄρθριος ἀναστὰς ἐκ τῆς ἀζύγου κοίτης τὸν ἐπὶ τῶν ὀμμάτων ἔτι λοιπὸν ὕπνον ἀπονιψάμενος ὕδατι λιτῷ καὶ τὴν ἱερὰν χλαμύδα ταῖς ἐπωμίοις περόναις συρράψας ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται κάτω κεκυφὼς καὶ μηδένα τῶν ἀπαντώντων ἐξ ἐναντίου προσβλέπων· ἀκόλουθοι δὲ καὶ παιδαγωγοὶ χορὸς αὐτῷ κόσμιος ἕπονται τὰ σεμνὰ τῆς ἀρετῆς ἐν χερσὶν ὄργανα κρατοῦντες, οὐ πριστοῦ κτενὸς ἐντομὰς κόμην καταψήχειν δυναμένας οὐδὲ ἔσοπτρα τῶν ἀντιμόρφων χαρακτήρων ἀγράφους εἰκόνας, ἀλλ’ ἢ πολύπτυχοι δέλτοι κατόπιν ἀκολουθοῦσιν ἢ παλαιῶν ἔργων ἀρετὰς φυλάττουσαι βίβλοι, κἂν εἰς μουσικοῦ δέῃ φοιτᾶν, εὐμελὴς λύρα.