Λυκίνος εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς κακοδαιμονίας, ἐν οἷς ὀδόντων σμηκτικαὶ δυνάμεις ἢ βλέφαρα μελαίνουσα τέχνη θησαυρίζεται. Λυκίνος τὸ δὲ πλεῖστον ἀναλίσκει μέρος ἡ πλοκὴ τῶν τριχῶν· αἱ μὲν γὰρ φαρμάκοις ἐρυθαίνειν δυναμένοις πρὸς ἡλίου μεσημβρίαν τοὺς πλοκάμους ἴσα ταῖς τῶν ἐρίων χροιαῖς ξανθῷ μεταβάπτουσιν ἄνθει τὴν ἰδίαν κατακρίνουσαι φύσιν· ὁπόσαις δὲ ἀρκεῖν ἡ μέλαινα χαίτη νομίζεται, τὸν τῶν γεγαμηκότων πλοῦτον εἰς ταύτην ἀναλίσκουσιν ὅλην Ἀραβίαν σχεδὸν ἐκ τῶν τριχῶν ἀποπνέουσαι, σιδηρᾶ τε ὄργανα πυρὸς ἀμβλείᾳ φλογὶ χλιανθέντα βία τὴν ἑλίκων οὐλότητα διαπλέκχει, καὶ περίεργοι μὲν αἱ μέχρι τῶν ὀφρύων ἐφειλκυσμέναι κόμαι βραχὺ τῷ μετώπῳ τὸ μεταίχμιον ἀφιᾶσι, σοβαρῶς δὲ ἄχρι τῶν μεταφρένων οἱ ὄπισθεν ἐπισαλεύονται πλόκαμοι.