<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="35"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον <milestone unit="Reitz_page" n="436"/> ἥξειν, ἵνα τῇ θείᾳ φιλοσοφίᾳ καὶ τὸ παιδεραστεῖν συνακμάσῃ. μὴ δῆτα, Χαρίκλεις, ὃ μὴ πρότερον εὕρητο, τοῦτο ἐπινοηθὲν αὖθις ὡς φαῦλον εὔθυνε, μηδ’ ὅτι τῶν παιδικῶν ἐρώτων αἱ γυναικεῖαι σύνοδοι πρεσβυτέρους ἐπιγράφονται χρόνους, ἐλάττου θάτερον· ἀλλὰ τὰ μὲν παλαιὰ τῶν ἐπιτηδευμάτων ἀναγκαῖα νομίζωμεν, ἃ δὲ <pb facs="operaexrecogniti02luciuoft_0250"/> αὖθις ἐνευσχολήσας τοῖς λογισμοῖς ὁ βίος ἐπεξεῦρεν, ὡς ἐκείνων ἀμείνω τιμητέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="36"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως <milestone unit="Reitz_page" n="437"/> ἄν τις ἕλοιτο, ταῦτα τοῖς μὴ δυναμένοις λογίζεσθαι δι’ ἀφροσύνην οὐκ ἔνεστιν ἔχειν. ἐπεί τοι Προμηθεὺς ἢ θεῶν τις ἄλλος εἰ νοῦν ἑκάστῳ συνέξευξεν ἀνθρώπινον, οὐκ ἂν ἐρημία καὶ βίος ὄρειος αὐτοὺς ἐποίμαινεν οὐδὲ ἀλλήλους τροφὴν εἶχον, ἐξ ἴσου δὲ ἡμῖν ἱερὰ δειμάμενοι καὶ μέσην ἑστίαν τῶν ἰδίων ἕκαστος οἰκῶν ὑπὸ τοῖς κοινοῖς ἐπολιτεύοντο νόμοις. τί δὴ παράδοξον, εἰ ζῷα τῆς φύσεως κατάκριτα μηδὲν ὧν λογισμοὶ παρέχονται, παρὰ τῆς προνοίας λαβεῖν ηὐτυχηκότα προσαφῄρηται, μετὰ τῶν ἄλλων καὶ τὰς ἄρρενας ἐπιθυμίας; οὐκ ἐρῶσι λέοντες. οὐδὲ γὰρ φιλοσοφοῦσιν· οὐκ ἐρῶσιν ἄρκτοι, τὸ γὰρ ἐκ φιλίας καλὸν οὐκ ἴσασιν. ἀνθρώποις δ᾽ ἡ μετ᾽ ἐπιστήμης φρόνησις ἐκ τοῦ πολλάκις πειρᾶσαι τὸ κάλλιστον ἑλομένη βεβαιοτάτους ἐρώτων ἐνόμισε τοὺς ἄρρενας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="37"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου <milestone unit="Reitz_page" n="438"/> συμφορήσας ἑταιρικὰ διηγήματα γυμνῷ τῷ λόγῳ τῆς σεμνότητος ἡμῶν καταπόμπευε μηδὲ τὸν οὐράνιον Ἔρωτα τῷ νηπίῳ συναρίθμει, λογίζου δὲ ὀψὲ μὲν ἡλικίας τὰ τοιαῦτα μεταμανθάνων, ὅμως δ’ οὖν λογίζου νῦν γε, ἐπειδήπερ οὐ πρότερον, ὅτι διπλοῦς θεὸς ὁ Ἔρως, οὐ κατὰ μίαν ὁδὸν φοιτῶν οὐδὲ ἑνὶ πνεύματι τὰς ἡμετέρας ψυχὰς ἐρεθίζων, ἀλλ’ ὁ μέν, ὡς ἄν, οἶμαι, κομιδῇ νήπια  <pb facs="operaexrecogniti02luciuoft_0251"/> φρονῶν, οὐδενὸς αὐτοῦ τὴν διάνοιαν ἡνιοχεῖν δυναμένου λογισμοῦ, πολὺς ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθροίζεται, μάλιστα δὲ αὐτῷ γυναικεῖοι πόθοι μέλουσιν· οὗτός ἐστιν ὁ τῆς ἐφημέρου ταύτης ὕβρεως ἑταῖρος ἀκρίτῳ φορᾷ πρὸς τὸ βουλόμενον ἄγων. ἕτερος δὲ Ἔρως Ὠγυγίων πατὴρ χρόνων, σεμνὸν ὀφθῆναι καὶ πάντοθεν ἱεροπρεπὲς θέαμα, σωφρονούντων ταμίας παθῶν ἤπια ταῖς ἑκάστου διανοίαις ἐμπνεῖ, καὶ λαχόντες ἵλεω τοῦδε τοῦ δαίμονος ἡδονὴν ἀρετῇ μεμιγμένην ἀσπαζόμεθα· δισσὰ <milestone unit="Reitz_page" n="439"/> γὰρ ὄντως κατὰ τὸν τραγικὸν πνεύματα πνεῖ ὁ Ἔρως, ἑνὸς δὲ ὀνόματος οὐχ ὅμοια τὰ πάθη κεκοινώνηκε· καὶ γὰρ Αἰδὼς ὠφελείας ὁμοῦ καὶ βλάβης ἀμφίβολός ἐστι δαίμων· Αἰδὼς ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. οὐ μὴν οὐδ’ Ἐρίδων γένος ἔστιν ἕν, ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύω, τὴν μέν κεν ἐπαινήσειε νοήσας. ἡ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. οὐδὲν οὖν παράδοξον, εἰ πάθος ἀρετῇ κοινὴν προσηγορίαν ἔχειν ἔτυχεν, ὥστε ἔρωτα καλεῖσθαι καὶ τὴν ἀκόλαστον ἡδονὴν καὶ τὴν σωφρονοῦσαν εὔνοιαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="38"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>Γάμους οὖν, φησί, τὸ μηδὲν οἴει, καὶ τὸ θῆλυ τοῦ βίου φυγαδεύεις, ἵνα πῶς μείνωμεν ἄνθρωποι; ξηλωτὸν μὲν ἦν κατὰ τὸν σοφώτατον Εὐριπίδην, εἰ δίχα τῆς πρὸς γυναῖκας συνόδου φοιτῶντες ἐπὶ ἱερὰ καὶ ναοὺς ἀργύρου καὶ χρυσοῦ τέκνα ὑπὲρ τῆς διαδοχῆς ἐωνούμεθα· ἀνάγκη γὰρ βαρὺν κατ’ αὐχένων ξυγὸν ἡμῖν ἐπιθεῖσα τοῖς κελευομένοις πειθαρχεῖν βιάζεται. τὸ μὲν οὖν καλὸν αἱρώμεθα τοῖς λογισμοῖς, εἰκέτω δὲ τῇ ἀνάγκῃ τὸ χρειῶδες. <milestone unit="Reitz_page" n="440"/> ἄχρι τέκνων γυναῖχες ἀριθμὸς ἔστωσαν, ἐν δὲ τοῖς ἄλλοις ἄπαγε, μή μοι γένοιτο. τίς γὰρ ἂν εὖ φρονῶν ἀνέχεσθαι δύναιτο ἐξ ἑωθινοῦ γυναικὸς ὡραϊσμένης ἐπικτήτοις σοφίσμασιν, ἧς ὁ μὲν ἀληθῶς χαρακτὴρ ἄμορφος. <pb facs="operaexrecogniti02luciuoft_0252"/> ἀλλότριοι δὲ κόσμοι τὸ τῆς φύσεως ἀπρεπὲς βουκολοῦσιν.</p></sp></div></div></body></text></TEI>