<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="35"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον <milestone unit="Reitz_page" n="436"/> ἥξειν, ἵνα τῇ θείᾳ φιλοσοφίᾳ καὶ τὸ παιδεραστεῖν συνακμάσῃ. μὴ δῆτα, Χαρίκλεις, ὃ μὴ πρότερον εὕρητο, τοῦτο ἐπινοηθὲν αὖθις ὡς φαῦλον εὔθυνε, μηδ’ ὅτι τῶν παιδικῶν ἐρώτων αἱ γυναικεῖαι σύνοδοι πρεσβυτέρους ἐπιγράφονται χρόνους, ἐλάττου θάτερον· ἀλλὰ τὰ μὲν παλαιὰ τῶν ἐπιτηδευμάτων ἀναγκαῖα νομίζωμεν, ἃ δὲ <pb facs="operaexrecogniti02luciuoft_0250"/> αὖθις ἐνευσχολήσας τοῖς λογισμοῖς ὁ βίος ἐπεξεῦρεν, ὡς ἐκείνων ἀμείνω τιμητέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="36"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως <milestone unit="Reitz_page" n="437"/> ἄν τις ἕλοιτο, ταῦτα τοῖς μὴ δυναμένοις λογίζεσθαι δι’ ἀφροσύνην οὐκ ἔνεστιν ἔχειν. ἐπεί τοι Προμηθεὺς ἢ θεῶν τις ἄλλος εἰ νοῦν ἑκάστῳ συνέξευξεν ἀνθρώπινον, οὐκ ἂν ἐρημία καὶ βίος ὄρειος αὐτοὺς ἐποίμαινεν οὐδὲ ἀλλήλους τροφὴν εἶχον, ἐξ ἴσου δὲ ἡμῖν ἱερὰ δειμάμενοι καὶ μέσην ἑστίαν τῶν ἰδίων ἕκαστος οἰκῶν ὑπὸ τοῖς κοινοῖς ἐπολιτεύοντο νόμοις. τί δὴ παράδοξον, εἰ ζῷα τῆς φύσεως κατάκριτα μηδὲν ὧν λογισμοὶ παρέχονται, παρὰ τῆς προνοίας λαβεῖν ηὐτυχηκότα προσαφῄρηται, μετὰ τῶν ἄλλων καὶ τὰς ἄρρενας ἐπιθυμίας; οὐκ ἐρῶσι λέοντες. οὐδὲ γὰρ φιλοσοφοῦσιν· οὐκ ἐρῶσιν ἄρκτοι, τὸ γὰρ ἐκ φιλίας καλὸν οὐκ ἴσασιν. ἀνθρώποις δ᾽ ἡ μετ᾽ ἐπιστήμης φρόνησις ἐκ τοῦ πολλάκις πειρᾶσαι τὸ κάλλιστον ἑλομένη βεβαιοτάτους ἐρώτων ἐνόμισε τοὺς ἄρρενας.</p></sp></div></div></body></text></TEI>