Λυκίνος γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι τοῦ καθ’ ἡμέραν λιμοῦ φάρμακον ζξήτουν, εἶθ’ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἐλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ’ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ’ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μα νεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων. Λυκίνος τί δ’; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄν θρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπή λυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μί μησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυ τοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ ταῦτα τέχναι τὸν χρόνον λαβοῦσαι διδάσκαλον ἀντὶ μὲν λιτῆς ὑφῆς τὸ κάλλιον ἐποίκιλαν, ἀντὶ δὲ εὐτελῶν δωματίων ὑψηλὰ τέρεμνα καὶ λίθων πολυτέλειαν ἐμηχανήσαντο καὶ γυμνὴν τοίχων ἀμορφίαν εὐανθέσι βαφαῖς χρωμάτων κατέγραψαν. πλὴν ἑκάστη γε τούτων τῶν τεχνῶν καὶ ἐπιστημῶν ἄφωνος οὖσα καὶ βαθεῖαν ἐπιτεθειμένη λήθην ὡς ἀπὸ μακρᾶς δύσεως κατὰ μικρὸν εἰς τὰς ἰδίας ἀνέτειλεν ἀκτῖνας· ἕκαστος γὰρ εὑρῶν τι παρε δίδου τῷ μετ΄ αὐτον’ εἰθ’ ἡ διαδοχὴ τῶν λαμβανόντων οἷς ἔμαθεν ἤδη προστιθεῖσα, τὸ ἐνδέον ἐπλήρωσε.