<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="31"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων <milestone unit="Reitz_page" n="432"/> ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ’ ἀμήχανον, <quote rend="blockquote"><l rend="align(indent)">ἦ γὰρ πολλὰ μεταξὺ</l><l>οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα,</l></quote> ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="32"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. <pb facs="operaexrecogniti02luciuoft_0248"/> καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ’ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθυ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς <quote rend="blockquote">σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</quote> ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός· <milestone unit="Reitz_page" n="433"/> ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν’ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="33"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι <milestone unit="Reitz_page" n="434"/> τοῦ καθ’ ἡμέραν λιμοῦ φάρμακον ζξήτουν, εἶθ’ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἐλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ <pb facs="operaexrecogniti02luciuoft_0249"/> μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ’ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ’ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μα νεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="34"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τί δ’; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄν θρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπή λυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μί μησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυ τοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ <milestone unit="Reitz_page" n="435"/> ταῦτα τέχναι τὸν χρόνον λαβοῦσαι διδάσκαλον ἀντὶ μὲν λιτῆς ὑφῆς τὸ κάλλιον ἐποίκιλαν, ἀντὶ δὲ εὐτελῶν δωματίων ὑψηλὰ τέρεμνα καὶ λίθων πολυτέλειαν ἐμηχανήσαντο καὶ γυμνὴν τοίχων ἀμορφίαν εὐανθέσι βαφαῖς χρωμάτων κατέγραψαν. πλὴν ἑκάστη γε τούτων τῶν τεχνῶν καὶ ἐπιστημῶν ἄφωνος οὖσα καὶ βαθεῖαν ἐπιτεθειμένη λήθην ὡς ἀπὸ μακρᾶς δύσεως κατὰ μικρὸν εἰς τὰς ἰδίας ἀνέτειλεν ἀκτῖνας· ἕκαστος γὰρ εὑρῶν τι παρε δίδου τῷ μετ΄ αὐτον’ εἰθ’ ἡ διαδοχὴ τῶν λαμβανόντων οἷς ἔμαθεν ἤδη προστιθεῖσα, τὸ ἐνδέον ἐπλήρωσε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="35"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον <milestone unit="Reitz_page" n="436"/> ἥξειν, ἵνα τῇ θείᾳ φιλοσοφίᾳ καὶ τὸ παιδεραστεῖν συνακμάσῃ. μὴ δῆτα, Χαρίκλεις, ὃ μὴ πρότερον εὕρητο, τοῦτο ἐπινοηθὲν αὖθις ὡς φαῦλον εὔθυνε, μηδ’ ὅτι τῶν παιδικῶν ἐρώτων αἱ γυναικεῖαι σύνοδοι πρεσβυτέρους ἐπιγράφονται χρόνους, ἐλάττου θάτερον· ἀλλὰ τὰ μὲν παλαιὰ τῶν ἐπιτηδευμάτων ἀναγκαῖα νομίζωμεν, ἃ δὲ <pb facs="operaexrecogniti02luciuoft_0250"/> αὖθις ἐνευσχολήσας τοῖς λογισμοῖς ὁ βίος ἐπεξεῦρεν, ὡς ἐκείνων ἀμείνω τιμητέον.</p></sp></div></div></body></text></TEI>