Λυκίνος Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ’ ἀμήχανον, ἦ γὰρ πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα, ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ. Λυκίνος μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ’ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθυ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός· ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν’ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.