Λυκίνος Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι προσδοκήσας οὐκ οἶδ’ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περίκλειον δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας ἐν ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι. Λυκίνος Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας — ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι — λόγων ἀμοιβαίων ἐνάρχεται· Εἰ γυναιξὶν ἐκκλησία καὶ δικαστήρια καὶ πολιτικῶν πραγμάτων ἦν μετουσία, στρατηγὸς ἂν ἢ προστάτης ἐκεχειροτόνησο καί σε χαλκῶν ἀνδριάντων ἐν ταῖς ἀγοραῖς, ὦ Χαρίκλεις, ἐτίμων. σχεδὸν γὰρ οὐδὲ αὐταὶ περὶ αὑτῶν, ὁπόσαι προὔχειν κατὰ σοφίαν ἐδόκουν, εἴ τις αὐταῖς τήν τοῦ λέγειν ἐξουσίαν ἐφῆκεν, οὕτω μετὰ σπουδῆς ἂν εἰπον, οὐχ ἡ Σπαρτιάταις ἀνθωπλισμένη Τελέσιλλα, δι᾿ ἣν ἐν Ἄάργει θεὸς ἀριθμεῖται γυναικῶν Ἄρης· οὐχὶ τὸ μελιχρὸν αὔχημα Λεσβίων Σαπφὼ καὶ ἡ τῆς Πυθαγορείου σοφίας θυγάτηρ Θεανῶ· τάχα δ’ οὐδὲ Περικλῆς οὕτως ἂν Ἀσπασίᾳ συνηγόρησεν. ἀλλ’ ἐπειδήπερ εὐπρεπὲς ἄρρενας ὑπὲρ θηλειῶν λέγειν, εἴπωμεν καὶ ἄνδρες ὑπὲρ ἀνδρῶν. σὺ δὲ ἵλεως, Ἀφροδίτη, γενοῦ· καὶ γὰρ ἡμεῖς τὸν σὸν Ἔρωτα τιμῶμεν.