<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="26"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν <milestone unit="Reitz_page" n="427"/> ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ’ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. <pb facs="operaexrecogniti02luciuoft_0245"/> τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν. ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="27"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τί δ’ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ξῴώοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεξα κοινή" καὶ φιλίας μεσῖτιν τράπεζαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ’ αὐτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑχάστῳ τὸ μετ᾿ ἄλλου. καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα. <milestone unit="Reitz_page" n="428"/> αἱ μὲν οὖν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντὲς ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ προσἐχτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκτεῖ τὴν ἄρρενα. καλὸν δ’ οἶμαι, μὴ φιλαύτως ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν ἀποίσονται, σκοπεῖν ὅλην παρά του λαμβάνοντας ἡδονήν, ἀλλ’ ἐκεῖνο μερισαμένους οὗ τυγχάνουσιν ἀντιπαρασχεῖν ὅμοια. τοῦτο δ᾽ οὐκ ἂν ἐπὶ παίδων εἴποι τις, οὐχ οὕτω μέμηνεν, ἀλλ’ ὁ μὲν διαθείς, ᾖ νομίζει ποτὲ ταῦτα, τὴν ἡδονὴν ἐξαίρετον λαβὼν ἀπέρχεται, τῷ δὲ ὑβρισμένῳ κατ’ ἀρχὰς μὲν ὀδύναι καὶ δάκρυα, μικρὸν δὲ ὑπὸ χρόνου τῆς ἀλγηδόνος χαλασασης πλέον, ὥς φασιν, οὐδὲν ἂν ὀχλήσειας, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. εἰ δὲ δεῖ τι καὶ περιεργότερον εἰπεῖν — δεῖ δὲ ἐν Ἀφροδίτης τεμένει — γυναικὶ μέν, ὦ Καλλικρατίδα, καὶ παιδικώτερον χρώμενον ἔξεστιν εὐφρανθῆναι διπλασίας ἀπολαύσεως ὁδοὺς ἀνοίξαντα. τὸ δὲ ἄρρεν οὐδενὶ τρόπῳ χαρίζεται θήλειαν ἀπόλαυσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="28"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ὥστ’ εἰ ἡ μὲν <pb facs="operaexrecogniti02luciuoft_0246"/> καὶ ὑμῖν ἀρέσκειν δύναται, πρὸς ἀλλήλους ἡμεῖς ἀποτειχισωμεθα, εἰ δὲ τοῖς ἄρρεσιν εὐπρεπεῖς αἱ μετὰ ἀρρένων <milestone unit="Reitz_page" n="429"/> ὁμιλίαι, πρὸς τὸ λοιπὸν ἐράτωσαν ἀλλήλων καὶ γυναῖκες. ἄγε νῦν, ὦ νεώτερε χρόνε καὶ τῶν ξένων ἠδονῶν νομοθέτα, καινὰς ὁδοὺς ἄρρενος τρυφῆς ἐπινοήσας χάρισαι τὴν ἴσην ἐξουσίαν καὶ γυναιξίν, ἀλλήλαις ὁμιλείτωσαν ὡς ἄνδρες· ἀσελγῶν δὲ ὀργάνων ὑποζυγωσαμεναι τέχνασμα, ἀσπόρων τεράστιον αἴνιγμα, κοιμάσθωσαν γυνὴ μετὰ γυναικὸς ὡς ἀνήρ· τὸ δὲ εἰς ἀκοὴν σπανίως ἧκον ὄνομα — αἰσχύνομαι καὶ λέγειν — τῆς τριβακῆς ἀσελγείας ἀνέδην πομπευέτω. πᾶσα δ’ ἡμῶν ἡ γυναικωνῖτις ἔστω Φιλαινὶς ἀνδρογύνους ἔρωτας ἀσχημονοῦσα. καὶ πόσῳ κρεῖττον εἰς ἄρρενα τρυφὴν βιάζεσθαι γυναῖκα ἢ τὸ γενναῖον ἀνδρῶν εἰς γυναῖκα θηλύνεσθαι;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="29"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι <milestone unit="Reitz_page" n="430"/> προσδοκήσας οὐκ οἶδ’ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περίκλειον δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας ἐν ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="30"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας — ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι — λόγων ἀμοιβαίων ἐνάρχεται· Εἰ γυναιξὶν <pb facs="operaexrecogniti02luciuoft_0247"/> ἐκκλησία καὶ δικαστήρια καὶ πολιτικῶν πραγμάτων ἦν μετουσία, στρατηγὸς ἂν ἢ προστάτης ἐκεχειροτόνησο καί σε χαλκῶν ἀνδριάντων ἐν ταῖς ἀγοραῖς, ὦ Χαρίκλεις, ἐτίμων. σχεδὸν γὰρ οὐδὲ αὐταὶ περὶ αὑτῶν, ὁπόσαι προὔχειν κατὰ σοφίαν ἐδόκουν, εἴ τις αὐταῖς τήν <milestone unit="Reitz_page" n="431"/> τοῦ λέγειν ἐξουσίαν ἐφῆκεν, οὕτω μετὰ σπουδῆς ἂν εἰπον, οὐχ ἡ Σπαρτιάταις ἀνθωπλισμένη Τελέσιλλα, δι᾿ ἣν ἐν Ἄάργει θεὸς ἀριθμεῖται γυναικῶν Ἄρης· οὐχὶ τὸ μελιχρὸν αὔχημα Λεσβίων Σαπφὼ καὶ ἡ τῆς Πυθαγορείου σοφίας θυγάτηρ Θεανῶ· τάχα δ’ οὐδὲ Περικλῆς οὕτως ἂν Ἀσπασίᾳ συνηγόρησεν. ἀλλ’ ἐπειδήπερ εὐπρεπὲς ἄρρενας ὑπὲρ θηλειῶν λέγειν, εἴπωμεν καὶ ἄνδρες ὑπὲρ ἀνδρῶν. σὺ δὲ ἵλεως, Ἀφροδίτη, γενοῦ· καὶ γὰρ ἡμεῖς τὸν σὸν Ἔρωτα τιμῶμεν.</p></sp></div></div></body></text></TEI>