<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="25"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Μικρὰ δ’ ἀπὸ τῆς ἄγαν σπουδῆς ἐπὶ τὴν ὑμετέραν, ὦ Καλλικρατίδα, καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τὸ γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ’ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε γε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσε Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· <milestone unit="Reitz_page" n="426"/> ἑορτὴν γὰρ ἂν καὶ πανήγυριν τὸν ὅλον χρόνον ἤγομεν. ἀλλ’ ἐπεὶ τῶν μειζόνων ἀγαθῶν ὁ βάσκανος δαίμων ἐνεμέσησεν, ἔν γε τοῖς παροῦσιν ἥδιστα τὰ παρέλκοντα. γυνὴ μὲν οὖν ἀπὸ παρθένου μέχρι ἡλικίας μέσης, πρὶν ἢ τελέως τὴν ἐσχάτην ῥυτίδα τοῦ γήρως ἐπιδραμεῖν, εὐάγκαλον ἀνδράσιν ὁμίλημα. κἂν παρέλθῃ τὰ τῆς ὥρας. ὅμως <q>ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="26"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν <milestone unit="Reitz_page" n="427"/> ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ’ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. <pb facs="operaexrecogniti02luciuoft_0245"/> τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν. ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.</p></sp></div></div></body></text></TEI>