<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="23"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σω κρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ’ οὗ παιδί καὶ <milestone unit="Reitz_page" n="423"/> μὲν ἀκοαὶ τελείων ἐνδεεῖς λογισμῶν φενακίζονται· τὸ δ’ ἤδη κατὰ φρόνησιν ἐς ἄκρον ἔχον οὐκ ἂν ὑπαχθῆ ναί δύναιτο· ψυχῆς γὰρ ἔρωτα πλάττονται καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν <pb facs="operaexrecogniti02luciuoft_0241"/> αὑτοὺς ἐραστάς. ἐφ’ οἷς μοι πολλάκις καγχάζειν ἐπέρχέται. τί γὰρ παθόντες, ὦ σεμνοὶ φιλόσοφοι, τὸ μὲν ἤδη μακρῷ χρόνῳ δεδωκὸς ἑαυτοῦ πεῖραν ὁποῖόν ἐστιν, ᾧ πολιὰ προσήκουσα καὶ γῆρας ἀρετὴν μαρτυρεῖ, δι᾿ ὀλιγωρίας παραπέμπετε, πᾶς δὲ ὁ σοφὸς ἔρως ἐπὶ τὸ νέον ἐπτόηται, μηδέπω τῶν λογισμῶν ἐν αὐτῷ, πρὸς ἃ τραπήσονται, κρίσιν ἐχόντων; ἢ νόμος ἐστί, πᾶσαν μὲν ἀμορφίαν πονηρίας εἶναι κατάκριτον, εὐθὺ δ’ ὡς ἀγαθὸν ἐπαινεῖσθαι τὸν καλόν; ἀλλά τοι κατὰ τὸν μέγαν ἀληθείας προφήτην Ὅμηρον 
    <quote rend="blockquote"><l rend="align(indent)">εἶδος τις ἀκιδνότερος πέλει ἀνήρ,</l><l>ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸν</l><l>τερπόμενοι λεύσσουσιν, ὁ δ’ ἀσφαλέως ἀγορεύει</l><l>αἰδοῖ μειλιχίῃ. μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><milestone unit="Reitz_page" n="424"/><l>ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.</l></quote> καὶ πάλιν εἶπέ που λέγων· 
    <quote rend="blockquote">οὐχ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.</quote> ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="24"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσι σύγκληρον εἰλήχασι τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ’ ἐν παισὶ κάλλος ὀξυτάτας ὁρμὰς παθῶν ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων. ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν φιλεῖν ᾿Αλκιβιάδου εἰκὸς ἦν, διότι ἠκρωτηρίαζε τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξορχοῦνται φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ’ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶ <milestone unit="Reitz_page" n="425"/> σιν ἐπέραστος ἦν· μεταβὰς δ’ ἀπὸ τοῦ παιδὸς εἰς τὸν ἄνδρα, καθ’ ἣν ἡλικίαν ᾑ τέως ἀτελὴς φρόνησις ὁλόκληρον εἶχε τὸν λογισμόν, ὑπὸ πάντων ἐμισεῖτο. τί δή; παθεσιν <pb facs="operaexrecogniti02luciuoft_0242"/> αἰσχροῖς ὀνομάτων ἐπιγράφοντες αἰδῶ ψυχῆς ἀρετὴν λέγουσι τὴν τοῦ σώματος εὐπρέπειαν οἱ φιλόνεοι μᾶλλον ἢ φιλόσοφοι. καὶ ταῦτα μὲν ἡμῖν ὑπὲρ τοῦ μὴ δοκεῖν ἐπισήμων ἀνδρῶν φιλαπεχθημόνως μνημονεύειν ἐπὶ τοσοῦτον εἰρήσθω.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="25"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Μικρὰ δ’ ἀπὸ τῆς ἄγαν σπουδῆς ἐπὶ τὴν ὑμετέραν, ὦ Καλλικρατίδα, καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τὸ γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ’ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε γε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσε Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· <milestone unit="Reitz_page" n="426"/> ἑορτὴν γὰρ ἂν καὶ πανήγυριν τὸν ὅλον χρόνον ἤγομεν. ἀλλ’ ἐπεὶ τῶν μειζόνων ἀγαθῶν ὁ βάσκανος δαίμων ἐνεμέσησεν, ἔν γε τοῖς παροῦσιν ἥδιστα τὰ παρέλκοντα. γυνὴ μὲν οὖν ἀπὸ παρθένου μέχρι ἡλικίας μέσης, πρὶν ἢ τελέως τὴν ἐσχάτην ῥυτίδα τοῦ γήρως ἐπιδραμεῖν, εὐάγκαλον ἀνδράσιν ὁμίλημα. κἂν παρέλθῃ τὰ τῆς ὥρας. ὅμως <q>ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="26"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν <milestone unit="Reitz_page" n="427"/> ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ’ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. <pb facs="operaexrecogniti02luciuoft_0245"/> τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν. ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.</p></sp></div></div></body></text></TEI>