Λυκίνος ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σω κρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ’ οὗ παιδί καὶ μὲν ἀκοαὶ τελείων ἐνδεεῖς λογισμῶν φενακίζονται· τὸ δ’ ἤδη κατὰ φρόνησιν ἐς ἄκρον ἔχον οὐκ ἂν ὑπαχθῆ ναί δύναιτο· ψυχῆς γὰρ ἔρωτα πλάττονται καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν αὑτοὺς ἐραστάς. ἐφ’ οἷς μοι πολλάκις καγχάζειν ἐπέρχέται. τί γὰρ παθόντες, ὦ σεμνοὶ φιλόσοφοι, τὸ μὲν ἤδη μακρῷ χρόνῳ δεδωκὸς ἑαυτοῦ πεῖραν ὁποῖόν ἐστιν, ᾧ πολιὰ προσήκουσα καὶ γῆρας ἀρετὴν μαρτυρεῖ, δι᾿ ὀλιγωρίας παραπέμπετε, πᾶς δὲ ὁ σοφὸς ἔρως ἐπὶ τὸ νέον ἐπτόηται, μηδέπω τῶν λογισμῶν ἐν αὐτῷ, πρὸς ἃ τραπήσονται, κρίσιν ἐχόντων; ἢ νόμος ἐστί, πᾶσαν μὲν ἀμορφίαν πονηρίας εἶναι κατάκριτον, εὐθὺ δ’ ὡς ἀγαθὸν ἐπαινεῖσθαι τὸν καλόν; ἀλλά τοι κατὰ τὸν μέγαν ἀληθείας προφήτην Ὅμηρον εἶδος τις ἀκιδνότερος πέλει ἀνήρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὁ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ. μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. καὶ πάλιν εἶπέ που λέγων· οὐχ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν. ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται. Λυκίνος πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσι σύγκληρον εἰλήχασι τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ’ ἐν παισὶ κάλλος ὀξυτάτας ὁρμὰς παθῶν ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων. ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν φιλεῖν ᾿Αλκιβιάδου εἰκὸς ἦν, διότι ἠκρωτηρίαζε τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξορχοῦνται φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ’ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶ σιν ἐπέραστος ἦν· μεταβὰς δ’ ἀπὸ τοῦ παιδὸς εἰς τὸν ἄνδρα, καθ’ ἣν ἡλικίαν ᾑ τέως ἀτελὴς φρόνησις ὁλόκληρον εἶχε τὸν λογισμόν, ὑπὸ πάντων ἐμισεῖτο. τί δή; παθεσιν αἰσχροῖς ὀνομάτων ἐπιγράφοντες αἰδῶ ψυχῆς ἀρετὴν λέγουσι τὴν τοῦ σώματος εὐπρέπειαν οἱ φιλόνεοι μᾶλλον ἢ φιλόσοφοι. καὶ ταῦτα μὲν ἡμῖν ὑπὲρ τοῦ μὴ δοκεῖν ἐπισήμων ἀνδρῶν φιλαπεχθημόνως μνημονεύειν ἐπὶ τοσοῦτον εἰρήσθω.