τούτοις γε μὴν εἰς τοσοῦτον τυραννικῆς βίας ἡ τόλμα προέκοψεν, ὡς μέχρι σιδήρῳ τὴν φύσιν ἱεροσυλῆσαι· τῶν δ’ ἀρρένων τὸ ἄρρεν ἐκκενώσαντες εὗρον ἡδονῆς παρέλκοντα μέτρα. οἱ δ’ ἄθλιοι καὶ δυστυχεῖς ἵν’ ἐπὶ πλέον ὦσι παῖδες, οὐδὲ ἔτι μένουσιν ἄνδρες, ἀμφίβολον αἴνιγμα διπλῆς φύσεως, οὔτ’ εἰς ὃ γεγέννηνται φυλαχθέντες οὔτ’ ἔχοντες ἐφ’ ὃ μετέβησαν· τὸ δ’ ἐν νεότητι παραμεῖναν ἄνθος εἰς γῆρας αὐτοὺς μαραίνει πρόωρον. ἅμα γὰρ ἐν παισὶν ἀριθμοῦνται, καὶ γεγηράκασιν οὐδὲν ἀνδρῶν μεταίχμιον ἔχοντες. οὕτως ἡ μιαρὰ καὶ παντὸς καχοῦ διδάσκαλος τρυφὴ ἄλλην ἀπ’ ἄλλης ἡδονὰς ἀναισχύντους ἐπινοοῦσα μέχρι τῆς οὐδὲ ῥηθῆναι δυναμένης εὐπρεπῶς νόσου κατώλισθεν, ἵνα μηδὲν ἀγνοῇ μέρος ἀσελγείας. Λυκίνος εἰ δ’ ἐφ’ ὧν ἡ πρόνοια θεσμῶν ἔταξεν ἡμᾶς, ἕκαστος ἵδρυτο, ταῖς μετὰ γυναικῶν ἂν ὁμιλίαις ἠρκούμεθα καὶ παντὸς ὀνείδους ὁ βίος ἐκαθάρευεν. ἀμέλει παρὰ τοῖς οὐδὲν ἐκ πονηρᾶς διαθέσεως παραχαράξαι δυναμένοις ξῴοις ἄχραντος ἡ τῆς φύσεως νομοθεσία φυλάττεται· λέοντες οὐκ ἐπιμαίνονται λέουσιν, ἀλλ’ ἡ κατὰ καιρὸν ᾿Αφροδίτη πρὸς τὸ θῆλυ τὴν ὄρεξιν αὐτῶν ἐκκαλεῖται· ταῦρος ἀγελάρχης βουσὶν ἐπιθόρνυται, καὶ κριὸς ὅλην τὴν ποίμνην ἄρρενος πληροῖ σπέρματος. τί δέ; οὐ συῶν μὲν εὐνὰς μεταδιώκουσι κάπροι; λυκαί ναις δ’ ἐπιμίγνυνται λύκοι; καθόλου δ’ εἰπεῖν, οὔθ’ οἱ ἀέρια ῥοιζοῦντες ὄρνεις οὔθ’ ὅσα τὴν ὑγρὰν καθ’ ὕδατος εἴληχε λῆξιν, ἀλλ’ οὐδ’ ἐπὶ γῆς τι ζῷον ἄρρενος ὁμιλίας ἐπωρέχθη, μένει δὲ ἀκίνητα τῆς προνοίας τὰ δόγματα. ὑμεῖς δ’, ὦ μάτην ἐπὶ τῷ φρονεῖν εὐλογούμενοι, θηρίον ὡς ἀληθῶς φαῦλον, ἄνθρωποι, τίνι καινῇ νόσῳ παρα νομήσαντες ἐπὶ τὴν κατ’ ἀλλήλων ὕβριν ἠρέθισθε; τίνα τῆς ψυχῆς τυφλὴν ἀναισθησίαν καταχέαντες ἀμφοῖν ἡστο χήκατε φεύγοντες ἃ διώκειν ἔδει καὶ διώκοντες ἀφ’ ὧν ἔδει φεύγειν; καὶ καθ’ ἕνα τοιαῦτα ζηλοῦν πάντων ἑλο μένων οὐδὲ εἶς ἔσται.