Λυκίνος ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πη, Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σε βοηθὸν αἱ ἐμαὶ δεήσεις καλούσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ’ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη μήτηρ. ἴθι δὴ γυναιξὶ συνήγορος ἡ θήλεια, χάρισαι δὲ καὶ τοῖς ἀνδράσι μένειν ἄρρεσιν, ὡς ἐγεννήθησαν. ἔγωγ’ οὖν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου τὴν προμήτορα καὶ πάσης γενέσεως πρωτόρριζον ὧν ἀξιῶ μάρτυρα ἐπικαλοῦμαι, λέγω δὲ τὴν ἱερὰν τῶν ὅλων φύσιν, ἣ τὰ πρῶτα πηξαμένη στοιχεῖα τοῦ κόσμου γῆν ἀέρα πῦρ ὕδωρ τῇ πρὸς ἀλληλα τούτων ἐπικράσει πᾶν ἐζῳογόνησεν ἔμψυχον. ἐπισταμένη δ’ ὅτι θνητῆς ἐσμὲν ὕλης δημιούργημα καὶ βραχὺς χρόνος ὁ τοῦ ζῆν ἑκάστῳ καθείμαρται, τὴν ἑτέρου φθορὰν ἄλλου γένεσιν ἐμηχανήσατο καὶ τῷ θνήσκοντι τὸ τικτόμενον ἀντεμέτρησεν, ἵνα ταῖς παρ’ ἀλλήλων διαδοχαῖς εἰς τὸν ἀεὶ χρόνον ζῶμεν. ἐπεὶ δ’ ἦν ἄπορον ἐξ ἑνός τι γεννᾶσθαι, διπλὴν ἐν ἑκάστῳ φύσιν ἐμηχανήσατο· τοῖς μὲν γὰρ ἄρρεσιν ἰδίας καταβολὰς σπερμάτων χαρισαμένη, τὸ θῆλυ δ’ ὥσπερ γονῆς τι δοχεῖον ἀποφήνασα, κοινὸν ἀμφοτέρῳ γένει πόθον ἐγκερασαμένη συνέζευξεν ἀλλήλοις, θεσμὸν ἀνάγκης ὅσιον καταγράψασα μένειν ἐπὶ τῆς οἰκείας φύσεως ἑκάτερον, καὶ μήτε τὸ θήλυ παρὰ φύσιν ἀρρενοῦσθαι μήτε τἄρρεν ἀπρεπῶς μαλακίζεσθαι. διὰ τοῦθ’ αἱ σὺν γυναιξὶν ἀνδρῶν ὁμιλίαι μέχρι δεῦρο τὸν ἀνθρώπινον βίον ἀθανάτοις διαδοχαῖς φυλάττουσιν· οὐδεὶς δ’ ἀνὴρ ἀπ᾿ ἀνδρὸς αὐχεῖ γενέσθαι. δυοῖν δ’ ὀνομάτοιν σεβασμίοιν πᾶσαι τιμαὶ μένουσιν ἐξ ἴσου πατρὶ μητέρα προσκυνούντων. Λυκίνος κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.