Λυκίνος ἐπειδὰν δὲ καὶ μικρὰ τοῦ πάθους ἑαυτὸν ἀποβουκολῆσαι θελήσειε, προσειπών, τῇ δὲ τραπέζῃ τέτταρας ἀστραγάλους Λιβυκῆς δορκὸς ἀπαριθμήσας διεπέττευε τὴν ἐλπίδα, καὶ βαλὼν μὲν ἐπίσκοπα, μάλιστα δ’ εἴ ποτε τὴν θεὸν αὐτὴν εὐβολήσειε, μηδενὸς ἀστραγάλου πεσόντος ἴσῳ σχήματι, προσεκύνει τῆς ἐπιθυμίας τεύξεσθαι νομίζων· εἰ δ’, ὁποῖα φιλεῖ, φαύλως κατὰ τῆς τραπέζης ῥίψειεν. οἱ δ’ ἐπὶ τὸ δυσφημότερον ἀνασταῖεν, ὅλῃ Κνίδῳ καταρώμενος ὡς ἐπ’ ἀνηκέστῳ συμφορᾷ κατήφει καὶ δι᾿ ὀλίγου συναρπάσας ἑτέρῳ βόλῳ τὴν πρὶν ἀστοχίαν ἐθεράπευεν. ἤδη δὲ πλέον αὐτῷ τοῦ πάθους ἐρεθιζομένου τοῖχος ἅπας ἐχαράσσετο καὶ πᾶς μαλακοῦ δένδρου φλοιὸς Ἀφροδίτην καλὴν ἐκήρυσσεν· ἐτιμᾶτο δ’ ἐξ ἴσου Διὶ Πραξιτέλης καὶ πᾶν ὅ τι κειμήλιον εὐπρεπὲς οἴκοι φυλάττοιτο, τοῦτ’ ἦν ἀνάθημα τῆς, θεοῦ. πέρας αἱ σφοδραὶ τῶν ἐν αὐτῷ πόθων ἐπιτάσεις ἀπενοήθησαν, εὑρέθη δὲ τόλμα τῆς ἐπιθυμίας μαστροπός· ἤδη γὰρ ἐπὶ δύσιν ἡλίου κλίνοντος ἠρέμα λαθὼν τοὺς παρόντας ὄπισθε τῆς θύρας παρεισερρύη καὶ στὰς ἀφανὴς ἐνδοτάτω σχεδὸν οὐδ’ ἀναπνέων ἠτρέμει, συνήθως δὲ τῶν ζακόρων ἔξωθεν τὴν θύραν ἐφελκυσαμένων ἔνδον ὁ καινὸς Ἀγχίσης καθεῖρκτο. καὶ τί γὰρ ἀρρήτου νυκτὸς ἐγὼ τόλμαν ἡ λάλος ἐπ’ ἀκριβὲς ὑμῖν διηγοῦμαι; τῶν ἐρωτικῶν περιπλοκῶν ἴχνη ταῦτα μεθ’ ἡμέραν ὤφθη καὶ τὸν σπίλον εἶχεν ἡ θεὸς ὧν ἔπαθεν ἔλεγχον. αὐτόν γε μὴν τὸν νεανίαν, ὡς ὁ δημώδης ἱστορεῖ λόγος, ἢ κατὰ πετρῶν φασιν ἢ κατὰ πελαγίου κύματος ἐνεχθέντα παντελῶς ἀφανῆ γενέσθαι. Λυκίνος ταῦτα τῆς ζακόρου διηγουμένης μεταξὺ τοῦ λόγου διαβοήσας εἶπεν ὁ Χαρικλῆς, Οὐκοῦν τὸ θῆλυ. κἂν λίθινον ᾖ, φιλεῖται. τί δ’, εἴ τις ἔμψυχον εἶδε τοιοῦτο κάλλος; ἆρ’ οὐκ ἂν ἡ μία νὺξ τῶν τοῦ Διὸς σκήπτρων ἐτιμᾶτο; μειδιάσας δὲ ὁ Καλλικρατίδας, Οὐδέπω, φησίν, ἴσμεν, ὦ Χαρίκλεις, εἰ πολλῶν ἀκουσόμεθα τοιούτων διηγημάτων, ὅταν ἐν Θεσπιαῖς γενώμεθα. καὶ νῦν δὲ τῆς ὑπὸ σοῦ ξηλουμένης Ἀφροδίτης ἐναργές ἐστι τοῦτο δεῖγμα. Πῶς; ἐρομένου τοῦ Χαρικλέους, ἄγαν πιθανῶς μοι ἔδοξε λέγειν ὁ Καλλικρατίδας· ἔφη γὰρ ὡς ὁ ἐρασθεὶς νεανίας παννυχου σχολῆς λαβόμενος, ὥσθ’ ὅλην τοῦ πάθους ἔχειν ἐξουσίαν κορεσθῆναι. παιδικῶς τῷ λίθῳ προσωμίλησε βουληθεὶς οἶδ’ ὅτι μηδ’ ἐν τῷ θήλει πρόσθεν εἶναι τὸ θῆλυ. πολλὼν οὖν ἀκρίτων ἀφυλακτουμένων λόγων τὸν συμμιγῆ καταπαύσας ἐγὼ θόρυβον, Ἄνδρες, εἶπον, ἑταῖροι, τῆς κατὰ κόσμον ἔχεσθε ζητήσεως, ὡς εὐπρεπής ἐστι νόμος παιδείας. ἀπαλλαγέντες οὖν τῆς ἀτάκτου καὶ πέρας οὐδὲν ἐχούσης φιλονεικίας ἐν μέρει ὑπὲρ τῆς αὐτὸς ἑαυτοῦ δόξης ἑκάτερος ἀποτείνασθε· καὶ γὰρ οὐδέπω καιρὸς ἐπὶ ναῦν ἀπιέναι· τῇ δὲ σχολῇ καταχρηστέον εἰς ἱλαρίαν καὶ μετὰ τέρψεως ὠφελῆσαι δυναμένην σπουδήν. ὑπεκστάντες οὖν τοῦ νεὼ — πολὺς γὰρ ὁ κατ’ εὐσέβειαν ἐπιφοιτῶν ὄχλος — εἰς ἕν τι τῶν συμποσίων ἀποκλίνωμεν, ὅπως δι’ ἠρεμίας ἀκούειν τε καὶ λέγειν ἄττ’ ἂν ᾖ βουλομένοις ἐξῇ. μέμνησθε δὲ ὡς ὁ τήμερον ἡττηθεὶς οὐκέτ’ αὖθις ἡμῖν περὶ τῶν ἴσων διοχλήσει. Λυκίνος καλῶς ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς μὲ πιεζούσης φροντίδος, οἱ δ’ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ’ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσι τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ’ ἀμφοτέροις κλῆρον ὑπὲρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην. Λυκίνος ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πη, Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σε βοηθὸν αἱ ἐμαὶ δεήσεις καλούσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ’ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη μήτηρ. ἴθι δὴ γυναιξὶ συνήγορος ἡ θήλεια, χάρισαι δὲ καὶ τοῖς ἀνδράσι μένειν ἄρρεσιν, ὡς ἐγεννήθησαν. ἔγωγ’ οὖν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου τὴν προμήτορα καὶ πάσης γενέσεως πρωτόρριζον ὧν ἀξιῶ μάρτυρα ἐπικαλοῦμαι, λέγω δὲ τὴν ἱερὰν τῶν ὅλων φύσιν, ἣ τὰ πρῶτα πηξαμένη στοιχεῖα τοῦ κόσμου γῆν ἀέρα πῦρ ὕδωρ τῇ πρὸς ἀλληλα τούτων ἐπικράσει πᾶν ἐζῳογόνησεν ἔμψυχον. ἐπισταμένη δ’ ὅτι θνητῆς ἐσμὲν ὕλης δημιούργημα καὶ βραχὺς χρόνος ὁ τοῦ ζῆν ἑκάστῳ καθείμαρται, τὴν ἑτέρου φθορὰν ἄλλου γένεσιν ἐμηχανήσατο καὶ τῷ θνήσκοντι τὸ τικτόμενον ἀντεμέτρησεν, ἵνα ταῖς παρ’ ἀλλήλων διαδοχαῖς εἰς τὸν ἀεὶ χρόνον ζῶμεν. ἐπεὶ δ’ ἦν ἄπορον ἐξ ἑνός τι γεννᾶσθαι, διπλὴν ἐν ἑκάστῳ φύσιν ἐμηχανήσατο· τοῖς μὲν γὰρ ἄρρεσιν ἰδίας καταβολὰς σπερμάτων χαρισαμένη, τὸ θῆλυ δ’ ὥσπερ γονῆς τι δοχεῖον ἀποφήνασα, κοινὸν ἀμφοτέρῳ γένει πόθον ἐγκερασαμένη συνέζευξεν ἀλλήλοις, θεσμὸν ἀνάγκης ὅσιον καταγράψασα μένειν ἐπὶ τῆς οἰκείας φύσεως ἑκάτερον, καὶ μήτε τὸ θήλυ παρὰ φύσιν ἀρρενοῦσθαι μήτε τἄρρεν ἀπρεπῶς μαλακίζεσθαι. διὰ τοῦθ’ αἱ σὺν γυναιξὶν ἀνδρῶν ὁμιλίαι μέχρι δεῦρο τὸν ἀνθρώπινον βίον ἀθανάτοις διαδοχαῖς φυλάττουσιν· οὐδεὶς δ’ ἀνὴρ ἀπ᾿ ἀνδρὸς αὐχεῖ γενέσθαι. δυοῖν δ’ ὀνομάτοιν σεβασμίοιν πᾶσαι τιμαὶ μένουσιν ἐξ ἴσου πατρὶ μητέρα προσκυνούντων. Λυκίνος κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.