Λυκίνος καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν. νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς. πάνυ προθύμως, Καλλικρατίδας δ’ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης τῆς Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα. Λυκίνος καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες. Λυκίνος ἐπεὶ δ’ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν, εἴσω τοῦ νεὼ παρῄειμεν. ἡ μὲν οὖν θεὸς ἐν μέσῳ καθίδρυται — Παρίας δὲ λίθου δαίδαλμα κάλλιστον — ὑπερήφανον καὶ σεσηρότι γέλωτι μικρὸν ὑπομειδιῶσα. πᾶν δὲ τὸ κάλλος αὐτῆς ἀκάλυπτον οὐδεμιᾶς ἐσθῆτος ἀμπεχούσης γεγύμνωται, πλὴν ὅσα τῇ ἑτέρᾳ χειρὶ τὴν αἰδῶ λεληθότως ἐπικρύπτειν. τοσοῦτό γε μὴν ἡ δημιουργὸς ἴσχυσε τέχνη, ὥστε τὴν ἀντίτυπον οὕτω καὶ καρτερὰν τοῦ λίθου φύσιν ἑκάστοις μέλεσιν ἐπιπρέπειν. ὁ γοῦν Χαρικλῆς ἐμμανές τι καὶ παράφορον ἀναβοήσας, Εὐτυχέστατος, εἶπε, θεῶν ὁ διὰ ταύτην δεθεὶς Άρης, καὶ ἅμα προσδραμὼν λιπαροῖς τοῖς χείλεσιν ἐφ’ ὅσον ἦν δυνατὸν ἐκτείνων τὸν αὐχένα κατεφίλει· σιγῇ δ’ ἐφεστὼς ὁ Καλλικρατίδας κατὰ νοῦν ἀπεθαύμαζεν. ἔστι δ’ ἀμφίθυρος ὁ νεὼς τοῖς θέλουσι καὶ κατὰ νώτου τὴν θεὸν ἰδεῖν ἀκριβῶς, ἵνα μηδὲν αὐτῆς ἀθαύμαστον ᾖ. δι’ εὐμαρείας οὖν ἐστι τῇ ἑτέρα πύλῃ παρελθοῦσι τὴν ὄπισθεν εὐμορφίαν διαθρῆσαι. Λυκίνος δόξαν οὖν ὅλην τὴν θεὸν ἰδεῖν, εἰς τὸ κατόπιν τοῦ σηκοῦ περιήλθομεν. εἶτ’ ἀνοιγείσης τῆς θύρας ὑπὸ τοῦ κλειδοφύλακος ἐμπεπιστευμένου γυναίου θάμβος αἰφνίδιον ἡμᾶς εἶχε τοῦ κάλλους. ὁ γοῦν Ἀθηναῖος ἡσυχῇ πρὸ μικροῦ βλέπων ἐπεὶ τὰ παιδικὰ μέρη τῆς θεοῦ κατώπτευσεν, ἀθρόως πολὺ τοῦ Χαρικλέους ἐμμανέστερον ἀνεβόησεν, Ἡράκλεις, ὅση μὲν τῶν μεταφρένων εὐρυθμία, πῶς δ’ ἀμφιλαφεῖς αἱ λαγόνες, ἀγκάλισμα χειροπληθές· ὡς δ’ εὐπερίγραφοι τῶν γλουτῶν αἱ σάρκες ἐπικυρτοῦνται μήτ’ ἄγαν ἐλλιπεῖς αὐτοῖς ὀστέοις προσεσταλμέναι μήτε εἰς ὑπέρογκον ἐκκεχυμέναι πιότητα. τῶν δὲ τοῖς ἰσχίοις ἐνεσφραγισμένων ἐξ ἑκατέρων τύπων οὐκ ἂν εἴποι τις ὡς ἡδὺς ὁ γέλως· μηροῦ τε καὶ κνήμης ἐπ᾿ εὐθὺ τεταμένης ἄχρι ποδὸς ἠκριβωμένοι ῥυθμοί. τοιοῦτος ἄρα Γανυμήδης ἐν οὐρανῷ Διὶ τὸ νέκταρ ἥδιον ἐγχεῖ· παρὰ μὲν γὰρ Ἥβης οὐχ ἂν ἐγὼ διακονουμένης ποτὸν ἐδεξάμην. ἐνθεαστικῶς ταῦτα τοῦ Καλλικρατίδου βοῶντος ὁ Χαρικλῆς ὑπὸ τοῦ σφόδρα θάμβους ὀλίγου δεῖν ἐπεπήγει τακερόν τι καὶ ῥέον ἐν τοῖς ὄμμασι πάθος ἀνυγραίνων. Λυκίνος ἐπεὶ δὲ τοῦ θαυμάζειν ὁ κόρος ἡμᾶς ἀπήλλαξεν, ἐπὶ θατέρου μηροῦ σπίλον εἴδομεν ὥσπερ ἐν ἐσθῆτι κηλῖδα· ἤλεγχε δ’ αὐτοῦ τὴν ἀμορφίαν ἡ περὶ τἆλλα τῆς λίθου λαμπρότης. ἐγὼ μὲν οὖν πιθανῇ τἀληθὲς εἰκασίᾳ τοπάξων φύσιν ᾤμην τοῦ λίθου τὸ βλεπόμενον εἶναι· πάθος γὰρ οὐδὲ τούτων ἔστιν ἔξω, πολλὰ δὲ τοῖς κατ’ ἄκρον εἶναι δυναμένοις καλοῖς ἡ τύχη παρεμποδίζει. μέλαιναν οὖν ἐσπιλῶσθαι φυσικήν τινα κηλῖδα νομίζων καὶ κατὰ τοῦτο τοῦ Πραξιτέλους ἐθαύμαζον, ὅτι τοῦ λίθου τὸ δύσμορφον ἐν τοῖς ἧττον ἐλέγχεσθαι δυναμένοις μέρεσιν ἀπέκρυψεν. ἡ δὲ παρεστῶσα πλησίον ἡμῶν ζάκορος ἀπίστου λόγου καινὴν παρέδωκεν ἱστορίαν· ἔφη γὰρ οὐκ ἀσήμου γένους νεανίαν — ἡ δὲ πρᾶξις ἀνώνυμον αὐτὸν ἐσίγησε — πολλάκις ἐπιφοιτῶντα τῷ τεμένει σὺν δειλαίῳ δαίμονι ἐρασθῆναι τῆς θεοῦ καὶ πανήμερον αὐτὸν ἐνδιατρίβοντα τῷ ναῷ κατ’ ἀρχὰς ἔχειν δεισιδαίμονος ἁγιστείας δόκησιν· ἔκ τε γὰρ τῆς ἑωθινῆς κοίτης πολὺ προλαμβάνων τὸν ὄρθρον ἐπεφοίτα καὶ μετὰ δύσιν ἄκων ἐβάδιζεν οἴκαδε τήν θ’ ὅλην ἡμέραν ἀπαντικρὺ τῆς θεοῦ καθεζόμενος ὀρθὰς ἐπ’ αὐτὴν διηνεκῶς τὰς τῶν ὀμμάτων βολὰς ἀπήρειδεν. ἄσημοι δ’ αὐτῷ ψιθυρισμοὶ καὶ κλεπτομένης λαλιᾶς ἐρωτικαὶ διεπεραίνοντο μέμψεις.