Λυκίνος Ἐρωτικῆς παιδιᾶς, ἑταῖρέ μοι Θεόμνηστε, ἐξ ἑωθινοῦ πεπλήρωκας ἡμῶν τὰ κεκμηκότα πρὸς τὰς συνεχεῖς σπουδὰς ὦτα, καί μοι σφόδρα διψῶντι τοιαύτης ἀνέσεως εὔκαιρος ἡ τῶν ἱλαρῶν σου λόγων ἐρρύη χάρις· ἀσθενὴς γὰρ ἡ ψυχὴ διηνεκοῦς σπουδῆς ἀνέχεσθαι, ποθοῦσι δ’ οἱ φιλότιμοι πόνοι μικρὰ τῶν ἐπαχθῶν φροντίδων χαλασθέντες εἰς ἡδονὰς ἀνίεσθαι. πάνυ δή μὲ ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημάτων αἱμύλη καὶ γλυκεῖα πειθὼ κατεύφρανεν, ὥστ᾽ ὀλίγου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς λόγοις ὑπερκηλούμενος, ἄχθομαί τε νὴ τοὺς σοὺς ἔρω τας, οἷς πλατὺς εὑρέθης σκοπός, ὅτι πέπαυσαι διηγούμενος· καί σὲ πρὸς αὐτῆς ἀντιβολοῦμεν Ἀφροδίτης, εἰ περιττά μὲ λέγειν ἔοικας, εἴ τις ἄρρην ἢ καὶ νὴ Δία θῆλυς ἐφεῖταί σοι πόθος, ἠρέμα τῇ μνήμῃ ἐκκαλέσασθαι. καὶ γὰρ ἄλλως ἑορταστικὴν ἄγομεν ἡμέραν Ἡράκλεια θύοντες· οὐκ ἀγνοεῖς δὲ δή που τὸν θεὸν ὡς ὀξὺς ἦν πρὸς Ἀφροδίτην· ἥδιστα οὖν δοκεῖ μοι τῶν λόγων τὰς θυσίας προσήσεσθαι. Θεόμνηστος Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν. Λυκίνος Πέπαυσο τῆς ἐπιπλάστου καὶ δυσχεροῦς ταύτης ὑποκρίσεως, Θεόμνηστε. ἄχθῃ γὰρ ὅτι τούτῳ τῷ βίῳ ἡ τύχη προσεκλήρωσέ σε, καὶ χαλεπὸν εἶναι νομίζεις, εἰ γυναιξὶν ὡραίαις καὶ μετὰ παίδων τὸ καλὸν ἀνθούντων ὁμιλεῖς; ἀλλα σοι καὶ καθαρσίων τάχα δεήσει πρὸς τὸ δυσχερὲς οὕτω νόσημα· δεινὸν γὰρ τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτον τὸν πολὺν ἐκχέας λῆρον εὐδαίμονα σαυτὸν εἶναι νομιεῖς, ὅτι σοι ὁ θεὸς οὐκ αὐχμηρὰν γεωργίαν ἐπέκλωσεν οὐδ’ ἐμπορικὰς ἄλας καὶ στρατιώτην ἐν ὅπλοις βίον, ἀλλὰ λιπαραὶ παλαῖστραι μέλουσί σοι καὶ φαιδρὰ μὲν ἐσθὴς μέχρι ποδῶν τὴν τρυφὴν καθειμένη, διακριδὸν δ’ ἠσκημένης κόμης ἐπιμέλεια; τῶν γε μὴν ἐρωτικῶν ἱμέρων καὶ αὐτὸ τὸ βασανίζον εὐφραίνει καὶ γλυκὺς ὀδοὺς ὃ τοῦ πόθου δάκνει· πειράσας μὲν γὰρ ἐλπίζεις, τυχὼν δ’ ἀπολέλαυκας· ἴση δὲ ἡδονὴ τὸ παρεῖναι καὶ τὸ μέλλον. ἔναγχος γοῦν διηγουμένου σοῦ τὸν πολύν, ὡς καὶ παρ’ Ἡσιόδῳ, κατάλογον ὧν ἀρχῆθεν ἠράσθης, ἱλαραὶ μὲν τῶν ὀμμάτων αἱ βολαὶ τακερῶς ἀνυγραίνοντο, τὴν φωνὴν δ’ ἴσην τῇ Λυκάμβου θυγατρὶ λεπτὸν ἀφηδύνων ἀπ᾿ αὐτοῦ τοῦ σχήματος εὐθὺς δῆλος ἦς οὐκ ἐκείνων μόνων, ἀλλὰ καὶ τῆς ἐπ᾿ αὐτοῖς μνήμης ἐρῶν. ἀλλ’ εἴ τί σοι τοῦ κατὰ τὴν Ἀφροδίτην περίπλου λείψανον ἀφεῖται, μηδὲν ἀποκρύψῃ, τῷ δὲ Ἡρακλεῖ τὴν θυσίαν ἐντελὴ παράσχου. Θεόμνηστος Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ’ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ’ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας ἢ τοὺς γυναίοις ἀσμενίζοντας; ἐγὼ μὲν γὰρ ὁ πληγεὶς ἑκατέρῳ καθάπερ ἀκριβὴς τρυτάνη ταῖς ἐπ᾿ ἀμφότερα πλάστιγξιν ἰσορρόπως ταλαντεύομαι, σὺ δ’ ἐκτὸς ὢν ἀδεκάστῳ κριτῇ τῷ λογισμῷ τὸ βέλτιον αἱρήσῃ. πᾶντα δὴ περιελὼν ἀκκισμόν, ὦ φιλότης, ᾓν πεπίστευκέ σοι ψῆφον ἡ περὶ τῶν ἐμῶν ἐρώτων κρίσις, ἤδη φέρε. Λυκίνος Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων, ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι. Θεόμνηστος Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων. σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.