Λυκίνος Ἐρωτικῆς παιδιᾶς, ἑταῖρέ μοι Θεόμνηστε, ἐξ ἑωθινοῦ πεπλήρωκας ἡμῶν τὰ κεκμηκότα πρὸς τὰς συνεχεῖς σπουδὰς ὦτα, καί μοι σφόδρα διψῶντι τοιαύτης ἀνέσεως εὔκαιρος ἡ τῶν ἱλαρῶν σου λόγων ἐρρύη χάρις· ἀσθενὴς γὰρ ἡ ψυχὴ διηνεκοῦς σπουδῆς ἀνέχεσθαι, ποθοῦσι δ’ οἱ φιλότιμοι πόνοι μικρὰ τῶν ἐπαχθῶν φροντίδων χαλασθέντες εἰς ἡδονὰς ἀνίεσθαι. πάνυ δή μὲ ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημάτων αἱμύλη καὶ γλυκεῖα πειθὼ κατεύφρανεν, ὥστ᾽ ὀλίγου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς λόγοις ὑπερκηλούμενος, ἄχθομαί τε νὴ τοὺς σοὺς ἔρω τας, οἷς πλατὺς εὑρέθης σκοπός, ὅτι πέπαυσαι διηγούμενος· καί σὲ πρὸς αὐτῆς ἀντιβολοῦμεν Ἀφροδίτης, εἰ περιττά μὲ λέγειν ἔοικας, εἴ τις ἄρρην ἢ καὶ νὴ Δία θῆλυς ἐφεῖταί σοι πόθος, ἠρέμα τῇ μνήμῃ ἐκκαλέσασθαι. καὶ γὰρ ἄλλως ἑορταστικὴν ἄγομεν ἡμέραν Ἡράκλεια θύοντες· οὐκ ἀγνοεῖς δὲ δή που τὸν θεὸν ὡς ὀξὺς ἦν πρὸς Ἀφροδίτην· ἥδιστα οὖν δοκεῖ μοι τῶν λόγων τὰς θυσίας προσήσεσθαι. Θεόμνηστος Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν.