κἀγὼ εὐθὺς ἔνθεν ἑλών, Ὡς εὐρύθμως, ἔφην, ὦ καλὴ Παλαίστρα, τὴν πυγὴν τῇ χύτρᾳ ὁμοῦ συμπεριφέρεις καὶ κλίνεις. ἡ δὲ ὀσφὺς ἡμῖν ὑγρῶς ἐπικινεῖται. μακάριος ὅστις ἐνταῦθα ἐνεβάψατο. ἡ δὲ — σφόδρα γὰρ ἦν ἰταμὸν καὶ χαρίτων μεστὸν τὸ κοράσιον — Φεύγοις ἄν, εἶπεν, ὦ νεανίσκε, εἴ γε νοῦν ἔχοις καὶ ζῆν ἐθέλοις, ὡς πολλοῦ πυρὸς καὶ κνίσης μεστά· ἢν γὰρ αὐτοῦ μόνον ἅψῃ, τραῦμα ἔχων πυρίκαυτον αὐτοῦ μοι παρεδρεύσεις, θεραπεύσει δέ σε οὐδεὶς ἀλλ’ οὐδὲ θεὸς ἰατρός, ἀλλ’ ἡ κατακαύσασά σε μόνη ἐγώ, καὶ τὸ παραδοξότατον, ἐγὼ μέν σε ποιήσω πλέον ποθεῖν, καὶ τῆς ἀπὸ τῆς θεραπείας ὀδύνης ἀρδόμενος ἀεὶ ἀνθέξῃ καὶ οὐδὲ λίθοις βαλλόμενος τὴν γλυκεῖαν ὀδύνην φεύξῃ. τί γελᾷς; ἀκριβῆ βλέπεις ἀνθρωπομάγειρον· οὐ γὰρ μόνα ταῦτα φαῦλα ἐδώδιμα σκευάζω, ἀλλ’ ἤδη τὸ μέγα τοῦτο καὶ καλόν, τὸν ἄνθρωπον. οἶδα ἔγωγε καὶ σφάττειν καὶ δέρειν καὶ κατακόπτειν, ἥδιστα δὲ τῶν σπλάγχνων αὐτῶν καὶ τῆς καρδίας ἄπτομαι. Τοῦτο μὲν ὀρθῶς, ἔφην, λέγεις· καὶ γὰρ ἐμὲ πόρρωθεν καὶ μηδὲ ἐγγὺς ὄντα οὐ κατακαύματι μὰ Δί’ ἀλλὰ ὅλῳ ἐμπρησμῷ ἐπέθηκας, καὶ διὰ τῶν ὀμμάτων τῶν ἐμῶν τὸ σὸν μὴ φαινόμενον πῦρ κάτω ἐς τὰ σπλάγχνα τἀμὰ ῥίψασα φρύγεις, καὶ ταῦτα οὐδὲν ἀδικοῦντα· ὥστε πρὸς θεῶν ἴασαί με ταύταις αἷς λέγεις αὐτὴ ταῖς πικραῖς καὶ ἡδείαις θεραπείαις, καί μὲ ἤδη ἀπεσφαγμένον λαβοῦσα δεῖρε, ὅπως αὐτὴ θέλεις. ἡ δὲ μέγα καὶ ἥδιστον ἐκ τούτου ἀνακαγχάσασα ἐμὴ τὸ λοιπὸν ἦν, καὶ συνέκειτο ἡμῖν, ὅπως, ἐπειδὰν κατακοιμίσῃ τοὺς δεσπότας, ἐλθῃ εἴσω παρ’ ἐμὲ καὶ καθευδήσῃ. κἀπειδὴ ἀφίκετο ποτε ὁ Ἵππαρχος, λουσάμενοι ἐδειπνοῦμεν καὶ πότος ἦν συχνὸς ἡμῶν ὁμιλούντων· εἶτα τοῦ ὕπνου καταψευσάμενος ἀνίσταμαι καὶ ἔργῳ ἀπῄειν ἔνθα ᾤκουν. πάντα δὲ τὰ ἔνδον εὖ παρεσκεύαστο· τῷ μὲν παιδὶ ἔξω ὑπέστρωτο, τράπεζα δὲ τῃ κλίνῃ παρειστήκει ποτήριον ἔχουσα· καὶ οἶνος αυτοῦ παρέκειτο καὶ ὕδωρ ἕτοιμον καὶ ψυχρὸν καὶ θερμόν. πᾶσα δὲ ἦν αὕτη τῆς Παλαίστρας παρασκευή. τῶν δὲ στρωμάτων ῥόδα πολλὰ κατεπέπαστο, τὰ μὲν οὕτω γυμνὰ καθ’ ἑαυτά, τὰ δὲ λελυμένα, τὰ δὲ στεφάνοις συμπεπλεγμένα. κἀγὼ τὸ συμπόσιον εὑρὼν ἕτοιμον ἔμενον τὸν συμπότην. ἡ δὲ ἐπειδὴ κατέκλινε τὴν δέσποιναν, σπουδῇ παρ’ ἐμὲ ἧκε, καὶ ἦν εὐφροσύνη τὸν οἶνον ἡμῶν καὶ τὰ φιλήματα προπινόντωω ἀλλήλοις. ὡς δὲ τῷ ποτῷ παρεσκευάσαμεν ἑαυτοὺς εὖ πρὸς τὴν νύκτα, λέγει πρός με ἡ Παλαίστρα· Τοῦτο μὲν δὴ πάντως δεῖ σε μνημονεύειν, ὦ νεανίσκε, ὅτι εἰς Παλαίστραν ἐμπέπτωκας, καὶ χρή σε νῦν ἐπιδεῖξαι εἰ γέγονας ἐν τοῖς ἐφήβοις γοργὸς καὶ παλαίσματα πολλὰ ἔμαθές ποτε. Ἀλλ’ οὐκ ἂν ἴδοις φεύγοντά μὲ τὸν ἔλεγχον τοῦτον· ὥστε ἀπόδυσαι, καὶ ἤδη παλαίωμεν. ἡ δέ, Οὕτως, ἔφη, ὡς ἐγὼ θέλω, παράσχου μοι τὴν ἐπίδειξιν· ἐγὼ μὲν νόμῳ διδασκάλου καὶ ἐπιστάτου τὰ ὀνόματα τῶν παλαισμάτων ὧν ἐθέλω εὑροῦσα ἐρῶ, σὺ δὲ ἕτοιμος γίνου ἐς τὸ ὑπακούειν καὶ ποιεῖν πᾶν τὸ κελευόμενον. Ἀλλ’ ἐπίταττε, ἔφην, καὶ σκόπει ὅπως εὐχερῶς καὶ ὑγρῶς τὰ παλαίσματα καὶ εὐτόνως ἔσται. ἡ δὲ ἀποδυσαμένη τὴν ἐσθῆτα καὶ στᾶσα ὅλη γυμνὴ ἔνθεν ἤρξατο ἐπιτάττειν, Ὦ, μειράκιον, ἔκδυσαι καὶ ἀλειψάμενος ἔνθεν ἐκ τοῦ μύρου συμπλέκου τῷ ἀνταγωνιστῇ· δύο μηρῶν σπάσας κλῖνον ὑπτίαν, ἔπειτα ἀνώτερος ὑποβαλὼν διὰ μηρῶν καὶ διαστείλας αἰώρει καὶ τεῖνε ἄνω τὰ σκέλη, καὶ χαλάσας καὶ στήσας κολλῶ αὐτῷ καὶ παρεισελθὼν βάλε καὶ πρώσας νύσσε ἤδη πανταχοῦ ἕως πονέσῃ, καὶ ἡ ὀσφὺς ἰσχυέτω, εἶτα ἐξελκύσας κατὰ πλάτος διὰ βουβῶνος δῆξον, καὶ πάλιν συνώθει εἰς τὸν τοῖχον, εἶτα τύπτε· ἐπειδὰν δὲ χάλασμα ἴδῃς, τότ’ ἤδη ἐπιβὰς ἅμμα κατ’ ἰξύος δήσας σύνεχε, καὶ πειρῶ μὴ σπεύδειν, ἀλλ’ ὀλίγον διακαρτερήσας σύντρεχε. ἤδη ἀπολέλυσαι. κἀγὼ ἐπειδὴ ῥᾳδίως πάντα ὑπήκουσα καὶ εἰς τέλος ἡμῖν ἔληξε τὰ παλαίσματα, λέγω πρὸς τὴν Παλαίστραν ἅμα ἐπιγελάσας, Ὦ διδάσκαλε, ὁρᾷς μὲν ὅπως εὐχερῶς καὶ εὐηκόως πεπάλαισταί μοι, σκόπει δέ, μὴ οὐκ ἐν κόσμῳ τὰ παλαίσματα ὑποβάλλῃς· ἄλλα γὰρ ἐξ ἄλλων ἐπιτάττεις. ἡ δὲ ἐπὶ κόρρης πλήξασά με, Ὡς φλύαρον, ἔφη, παρέλαβον τὸν μαθητήν. σκόπει οὖν μὴ πληγὰς ἔτι πλείους λάβῃς ἄλλα καὶ οὐ τὰ ἐπιταττόμενα παλαίων. καὶ ταῦτα εἰποῦσα ἐπανίσταται καὶ θεραπεύσασα ἑαυτήν, Νῦν, ἔφη, δείξεις, εἴπερ νέος εἶ καὶ εὔτονος παλαιστὴς καὶ εἰ ἐπίστασαι παλαίειν καὶ ποιεῖν τὰ ἀπὸ γονατίου. καὶ πεσοῦσα ἐπὶ τοῦ λέχους ἐς γόνυ, Ἄγε δὴ σὺ ὁ παλαιστής, ἔχεις τὰ μέσα, ὥστε τινάξας ὀξεῖαν ἐπίπρωσον καὶ βάθυνον. ψιλὸν ὁρᾷς αὐτοῦ παρακείμενον, τούτῳ χρῆσαι· πρῶτον δὲ κατὰ λόγον, ὡς ἅμμα σφίγγε, εἶτα ἀνακλάσας ἔμβαλλε καὶ σύνεχε καὶ μὴ δίδου διάστημα. ἐὰν δὲ χαλᾶται, θᾶττον ἐπάρας ἀνώτερον μετάθες καὶ κρούσας κῦψον καὶ σκόπει ὅπως μὴ ἀνασπάσῃς θᾶττον ἢ κελευσθῇς, ἀλλὰ δὴ κυρτώσας πολὺ αὐτὸν ὕφελκε, καὶ ὑποβαλὼν κάτω αὖθις τὴν παρεμβολὴν σύνεχε καὶ κινοῦ, εἶτα ἄφες αὐτόν· πέπτωκε γὰρ καὶ λέλυται καὶ ὕδωρ ὅλος ἔστι σοι ὁ ἀνταγωνιστής. ἐγὼ δὲ ἤδη μέγα ἀναγελῶν, Ἐθέλω, ἔφην, καὶ αὐτός, ὦ διδάσκαλε, παλαίσματα ὀλίγ’ ἄττα ἐπιτάξαι, σὺ δὲ ὑπάκουσον ἐπαναστᾶσα καὶ κάθισον, εἶτα δοῦσα κατὰ χειρὸς πάραψαι τὸ λοιπὸν καὶ καταμάττου, καί μὲ πρὸς τοῦ Ἡρακλέους περιλαβοῦσα ἤδη κοίμισον.