ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσαν μου τοῦ ὄνου, καλλίων αὐτῇ φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἡ δὲ ἀσμένη τέ μ’ εἰσεδέξατο τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὐτῇ καὶ καθεύδειν ἱκέτευε· κἀγὼ ἐπειθόμην νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα νῦν γενόμενον ἄνθρωπον ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν· καὶ δειπνῶ σὺν αὐτῇ καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι καὶ στεφανοῦμαι τῷ φιλτάτῳ ἐς ἀνθρώ πους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα ἤδη καὶ καθεύδειν ἔδει, κἀγὼ δ’ ἐπανίσταμαι καὶ ὡσπερεὶ μέγα τι ἀγαθὸν ποιῶν ἀποδύομαι καὶ ἵσταμαι γυμνὸς ὡς δῆθεν ἔτι μᾶλλον ἀρέσων ἐκ τῆς πρὸς τὸν ὄνον συγκρίσεῶς. ἡ δὲ ἐπειδὴ εἶδέ με πάντα ἀνθρώπινα ἔχοντα, προσπτύσασά μοι, Οὐ φθείρῃ ἀπ’ ἐμοῦ, ἔφη, καὶ τῆς ἐμῆς οἰκίας καὶ μακρὰν ἀπελθὼν κοιμήσῃ; ἐμοῦ δ’ ἐρομένου, Τί γὰρ καὶ ἡμάρτηταί μοι τοσοῦτο; Ἐγώ, ἔφη, μὰ Δί’| οὐχὶ σοῦ, ἀλλὰ τοῦ ὄνου τοῦ σοῦ ἐρῶσα τότε ἐκείνῳ καὶ οὐχὶ σοὶ συνεκάθευδον, καὶ ᾤμην σε καὶ νῦν κἂν ἐκεῖνό γε μόνον τὸ μέγα τοῦ ὄνου σύμβολον διασώζειν καὶ σύρειν· σὺ δέ μοι ἐλήλυθας ἐξ ἐκείνου τοῦ καλοῦ καὶ χρησίμου ξῴου ἐς πίθηκον μεταμορφωθείς. καὶ καλεῖ εὐθὺς ἤδη τοὺς οἰκέτας καὶ κελεύει με τῶν νώτων μετέωρον κομισθῆναι ἔξω τῆς οἰκίας, καὶ ἐξωσθεὶς πρὸ τοῦ δωματίου ἔξω γυμνὸς καλῶς ἐστεφανωμένος καὶ μεμυρισμένος τὴν γῆν γυμνὴν περιλαβὼν ταύτῃ συνεκάθευδον. ἅμα δὲ τῷ ὄρθρῳ γυμνὸς ὢν ἔθεον ἐπὶ ναῦν καὶ λέγω πρὸς τὸν ἀδελφὸν τὴν ἐμαυτοῦ ἐν γέλωτι συμφοράν. ἔπειτα ἐκ τῆς πόλεως δεξιοῦ πνεύσαντος ἀνέμου πλέομεν ἔνθεν, καὶ ὀλίγαις ἡμέραις ἔρχομαι εἰς τὴν ἐμὴν πατρίδα. ἐνταῦθα θεοῖς σωτῆρσιν ἔθυον καὶ ἀναθήματα ἀνέθηκα, μὰ Δί’ οὐκ ἐκ κυνὸς πρωκτοῦ, τὸ δὴ τοῦ λόγου, ἀλλ’ ἐξ ὄνου περιεργίας διὰ μακροῦ πάνυ, καὶ οὕτω δὲ μόλις, οἴκαδε ἀνασωθείς.