<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" n="51"><p>κἀπειδὴ ἑσπέρα τε ἦν ἤδη κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῇ προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῷ πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῷ λύχνῳ γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτῳ ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο <milestone unit="Reitz_page" n="619"/> καί μὲ ἐκ τῆς φορβειᾶς ἐπιλαβομένη ἐπὶ τὸ χαμεύνιον εἷλκε· κἀγὼ οὐδέν τι τοῦ παρακαλέσαντος εἰς τοῦτο δεόμενος καὶ οἴνῳ δὲ παλαιῷ πολλῷ ὑποβεβρεγμένος καὶ τῷ χρωτὶ τοῦ μύρου οἰστρημένος καὶ τὴν παιδίσκην δὲ ὁρῶν πάντα καλὴν κλίνομαι, καὶ σφόδρα ἠπόρουν ὅπως ἀναβήσομαι τὴν ἄνθρωπον· καὶ γὰρ ἐξ ὅτου ἐγεγόνειν ὄνος, συνουσίας ἀλλ’ οὐδὲ τῆς ὄνοις συνήθους ἔτυχον ἁψάμενος, οὐδὲ γυναικὶ ἐχρησάμην ὄνῳ· καὶ μὴν καὶ τοῦτό μ’ εἰς δέος οὐχὶ μέτριον ἦγε, μὴ οὐ χωρήσασα ἡ γυνὴ διασπασθῇ, κἀγὼ ὥσπερ ἀνδροφόνος καλὴν δώσω <pb facs="operaexrecogniti02luciuoft_0358"/> δίκην. ἠγνόουν δὲ οὐκ εἰς δέον δεδιώς· ἡ γὰρ γυνὴ πολλοῖς τοῖς φιλήμασι, καὶ τούτοις ἐρωτικοῖς, προκαλουμένη ὡς εἶδεν οὐ κατέχοντα, ὥσπερ ἀνδρὶ παρακειμένη περιβάλλεταί με καὶ ἄρασα εἴσω ὅλον παρεδέξατο. κἀγὼ μὲν ὁ δειλὸς ἐδεδοίκειν ἔτι καὶ ὀπίσω ἀπῆγον ἐμαυτὸν ἀτρέμα, ἡ δὲ τῆς τε ὀσφύος τῆς ἐμῆς εἴχετο, ὥστε μὴ ὑποχωρεῖν, καὶ αὐτὴ εἵπετο τὸ φεῦγον. ἐπεὶ δὲ ἀκριβῶς ἐπείσθην ἔτι μοι καὶ προσδεῖν πρὸς τὴν τῆς γυναικὸς ἡδονήν τὲ καὶ τέρψιν, ἀδεῶς λοιπὸν ὑπηρέτουν ἐννοούμενος ὡς οὐδὲν εἴην κακίων τοῦ τῆς Πασιφάης μοιχοῦ. ἡ δὲ γυνὴ οὕτως ἦν ἄρα ἐς τὰ ἀφροδίσια ἑτοίμη καὶ τῆς ἀπὸ τῆς συνουσίας ἡδονῆς ἀκόρεστος, ὥστε ὅλην τὴν νύκτα ἐν ἐμοὶ <milestone unit="Reitz_page" n="620"/> ἐδαπάνησεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" n="52"><p>ἅμα δὲ τῇ ἡμέρᾳ ἡ μὲν ἀναστᾶσα ἀπῇει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενόμενος καὶ τῷ δεσπότῃ καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει μὲ τῇ γυναικί· ἡ δὲ κατεχρήσατό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῷ δεσπότῃ τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῇ μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῇ θέᾳ καὶ δημοσίᾳ μὲ ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησε, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῇ ἡμέρᾳ τῆς θέας παραγάγωμεν τοῦτον εἰς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ’ ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" n="53"><p>εἶτα τὸ τελευταῖον τῆς ἡμέρας ἐκείνης ἐνστάσης, ἐν ᾗ τὰς φιλοτιμίας ἦγεν ὁ ἐμὸς δεσπότης, εἰσάγειν ἔγνωσάν <milestone unit="Reitz_page" n="621"/> με εἰς τὸ θέατρον. καὶ εἰσῄειν οὕτω· κλίνη ἦν μεγάλη, <pb facs="operaexrecogniti02luciuoft_0359"/> ἀπὸ χελώνης Ἰνδικῆς πεποιημένη, χρυσῷ ἐσφηκωμένη, ἐπὶ ταύτῃ με ἀνακλίνουσι κἀκεῖ μοι τὴν γυναῖκα παρακατέκλιναν. εἶτα οὕτως ἡμᾶς ἐπέθηκαν ἐπί τινος μηχανήματος καὶ εἴσω εἰς τὸ θέατρον παρενέγχαντες κατέθηκαν ἐν τῷ μέσῳ, καὶ οἱ ἄνθρωποι μέγα ἀνεβόησαν καὶ κρότος πάσης χειρὸς ἐξήλατο ἐπ’ ἐμοί, καὶ τράπεξα ἡμῖν παρέκειτο καὶ πολλὰ ἐσκευασμένα ἐπ’ αὐτῇ ἔκειτο ὅσα τρυφῶντες ἄνθρωποι ἐν δείπνῳ ἔχουσι. καὶ παῖδες ἡμῖν παρειστήκεισαν οἰνοχόοι καλοὶ τὸν οἶνον ἡμῖν χρυσίῳ διακονούμενοι. ὁ μὲν οὖν ἐμὸς ἐπιστάτης ἑστὼς ὄπισθεν ἐκέλευέ με ἀριστᾶν· ἐγὼ δὲ ἅμα μὲν ᾐδούμην ἐν τῷ θεάτρῷ κατακείμενος, ἅμα δὲ ἐδεδίειν μή που ἄρκτος ἢ λέων ἀναπηδήσεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" n="54"><p>ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνθεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδήσας τοῦ λέχους ἐκπίπτω· καὶ οἱ μὲν ᾤοντό μὲ ἀνίστασθαι ὀρχησόμενον· ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ’ αὐτῶν τῶν ἀνθέων τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων <milestone unit="Reitz_page" n="622"/> ἐπ’ ἐμοὶ ἀποπίπτει ἐξ ἐμοῦ ἐκείνη ἡ τοῦ κτήνους ὄψις καὶ ἀπόλλυται, καὶ ἀφανὴς ἐκεῖνος ὁ πάλαι ὄνος, ὁ δὲ Λούκιος αὐτὸς ἔνθεν μοι γυμνὸς εἱστήκει. τῇ δὲ παραδόξῳ ταύτῃ καὶ μηδέποτε ἐλπισθείσῃ θέᾳ πάντες ἐκπεπληγμένοι δεινὸν ἐπεθορύβησαν καὶ τὸ θέατρον εἰς δυο γνώμας ἐσχίζετο· οἱ μὲν γὰρ ὥσπερ φάρμακα δεινὰ ἐπιστάμενον καὶ κακόν τι πολύμορφον ἠξίουν εὐθὺς ἔνδον πυρί μὲ ἀποθανεῖν, οἱ δὲ περιμεῖναι καὶ τοὺς ἀπ’ ἐμοῦ λόγους ἔλεγον δεῖν καὶ πρότερον διαγνῶναι, εἶθ’ οὕτως δικάσαι περὶ τούτων. κἀγὼ δραμὼν πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας — ἔτυχε δὲ τῇ θέᾳ ταύτῃ παρών — ἔλεγον κάτωθεν ὅτι γυνή με Θετταλὴ γυναικὸς Θετταλῆς δούλη χοίσματι μεμαγευμένῳ ἐπαλείψασα ὄνον ποιήσειε, καὶ ἱκέτευον αὐτὸν λαβόντα ἔχειν με ἐν φρουρᾷ ἐστ’ ἂν αὐτὸν <pb facs="operaexrecogniti02luciuoft_0360"/> πείσαιμι, ὡς οὐ καταψεύδομαι οὕτω γεγονός.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg001.1st1K-grc1" n="55"><p>καὶ ὁ ἄρχων, Λέγε, φησίν, ἡμῖν ὄνομα τὸ σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φὴς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν. κἀγώ, Πατὴρ μέν, ἔφην, * * * * ἔστι μοι Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάϊος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνόματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὁ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν Πάτραι τῆς Ἀχαΐας. ὁ δὲ <milestone unit="Reitz_page" n="623"/> δικαστὴς ἐπεὶ ταῦτα ἤκουσε, Φιλτάτων ἐμοί, ἔφη, λίαν ἀνδρῶν υἱὸς εἶ καὶ ξένων οἰκίᾳ τέ με ὑποδεξαμένων καὶ δώροις τιμησάντων, καὶ ἐπίσταμαι ὅτι οὐδὲν ψεύδῃ παῖς ἐκείνων ὤν· καὶ τοῦ δίφρου ἀναπηδήσας περιβάλλει τε καὶ πολλὰ ἐφίλει, καί με οἴκαδε ἦγεν ὡς ἑαυτόν. ἐν τούτῳ δὲ καὶ ὁ ἐμὸς ἀδελφὸς ἀφίκετο ἀργύριον καὶ ἄλλα μοι πολλὰ κομίζων, κἀν τούτῳ με ὁ ἄρχων δημοσίᾳ πάντων ἀκουόντων ἀπολύει. καὶ ἐλθόντες ἐπὶ θάλασσαν ναῦν ἐσκεψάμεθα καὶ τὴν ἀποσκευὴν ἐνεθέμεθα.</p></div></div></body></text></TEI>