ἐπειδὴ δὲ ἤδη ὄρθρος ἦν, ἀράμενος τὴν θεὸν αὖθις ἀπῄειν ἅμα τοῖς ἀγύρταις καὶ ἀφικόμεθα εἰς κώμην ἄλλην μεγάλην καὶ πολυάνθρωπον, ἐν ᾗ καὶ καινότερόν τι ἐτερατεύσαντο, τὴν θεὸν μὴ μεῖναι ἐν ἀνθρώπου οἰκίᾳ, τῆς δὲ παρ’ ἐκείνοις μάλιστα τιμωμένης ἐπιχωρίου δαίμονος τὸν ναὸν οἰκῆσαι. οἱ δὲ καὶ μάλα ἄσμενοι τὴν ξένην θεὸν ὑπεδέξαντο τῇ σφῶν αὐτῶν θεῷ συνοικίσαντες, ἡμῖν δὲ οἰκίαν ἀπέδειξαν ἀνθρώπων πενήτων. ἐνταῦθα συχνὰς ἡμέρας οἱ δεσπόται διατρίψαντες ἀπιέναι ἤθελον εἰς τὴν πλησίον πόλιν καὶ τὴν θεὸν ἀπῄτουν τοὺς ἐπιχωρίους, καὶ αὐτοὶ ἐς τὸ τέμενος παρελθόντες ἐκόμιζον αὐτὴν καὶ θέντες ἐπ’ ἐμοὶ ἤλαυνον ἔξω. ἔτυχον δὲ οἱ δυσσεβεῖς εἰς τὸ τέμενος ἐκεῖνο παρελθόντες ἀνάθημα φιάλην χρυσὴν κλέψαντες, ἣν ὑπὸ τῇ θεῷ ἔφερον· οἱ δὲ κωμῆται αἰσθόμενοι τοῦτο εὐθὺς ἐδίωκον, εἶτα ὡς πλησίον ἐγένοντο, καταπηδήσαντες ἀπὸ τῶν ἵππων εἴχοντο αὐτῶν ἐν τῇ ὁδῷ καὶ δυσσεβεῖς καὶ ἱεροσύλους ἐκάλουν καὶ ἀπῄτουν τὸ κλαπὲν ἀνάθημα, καὶ ἐρευνῶντες πάντα εὗρον αὐτὸ ἐν τῷ κόλπῳ τῆς θεοῦ. δήσαντες οὖν τοὺς γυνίας ἦγον ὀπίσω καὶ τοὺς μὲν εἰς τὴν εἱρκτὴν ἐμβάλλουσι, τὴν δὲ θεὸν τὴν ἐπ’ ἐμοὶ κομιζομένην ἀράμενοι ναῷ ἄλλῳ ἔδωκαν, τὸ δὲ χρυσίον τῇ πολίτιδι θεῷ πάλιν ἀπέδωκαν. τῇ δὲ ὑστεραίᾳ τά τε σκεύη κἀμὲ πιπράσκειν ἔγνωσαν, καὶ ἀπέδοντό με ξένῳ ἀνθρώπῳ τὴν πλησίον κώμην οἰκοῦντι, τέχνην ἔχοντι ἄρτους πέττειν· οὗτός με παραλαβὼν καὶ πυρῶν μεδίμνους δέκα ὠνησάμενος, ἐπιθείς μοι τὸν πυρὸν οἴκαδε ἤλαυνεν ὡς ἑαυτὸν ὁδὸν ἀργαλέαν· ὡς δὲ ἥκομεν, εἰσάγει μὲ εἰς τὸν μυλῶνα, καὶ ὁρῶ πολὺ πλῆθος ἔνδον ὁμοδούλων κτηνῶν, καὶ μύλαι πολλαὶ ἦσαν, καὶ πᾶσαι τούτοις ἐστρέφοντο, καὶ πάντα ἐκεῖνα μεστὰ ἦν ἀλεύρων. καὶ τότε μέν με οἷα ξένον δοῦλον καὶ φορτίον βαρύτατον ἀράμενον καὶ ὁδὸν ἀργαλέαν ἀφιγμένον ἀναπαύεσθαι ἔνδον ἀφῆκαν, τῇ δὲ ὑστεραίᾳ ὀθόνῃ τὰ ὄμματά μου σκεπάσαντες ὑποζευγνύουσί με τῇ κώπῃ τῆς μύλης, εἶτα ἤλαυνον. ἐγὼ δὲ ἠπιστάμην ὅπως χρὴ ἀλεῖν πολλάκις παθών, προσεποιούμην δὲ ἀγνοεῖν· ἀλλὰ μάτην ἤλπισα. λαβόντες γὰρ πολλοὶ τῶν ἔνδον βακτηρίας περιίστανταί μὲ καὶ μὴ προσδοκήσαντα, ὡς οὐχ ὁρῶντα, παίουσιν ἀθρόᾳ τῇ χειρί, ὥστε με ὑπὸ τῆς πληγῆς ὥσπερ στρόμβον ἐξαπίνης στρέφεσθαι· καὶ πείρᾳ ἔμαθον ὅτι χρὴ τὸν δοῦλον ἐς τὸ τὰ δέοντα ποιεῖν μὴ περιμένειν τὴν χεῖρα τοῦ δεσπότου. λεπτὸς οὖν πάνυ γίγνομαι καὶ ἀσθενὴς τῷ σώματι, ὥστε ἔγνω μὲ ὁ δεσπότης πωλῆσαι, καὶ ἀποδίδοταί με ἀνθρώπῳ κηπουρῷ τὴν τέχνην· οὗτος γὰρ εἶχε κῆπον λαβὼν γεωργεῖν. καὶ τοῦτο εἴχομεν ἔργον· ὁ δεσπότης ἕωθεν ἐπιθείς μοι τὰ λάχανα ἐκόμιζεν εἰς τὴν ἀγοράν, καὶ παραδοὺς τοῖς ταῦτα πιπράσκουσιν ἦγέ με πάλιν εἰς τὸν κῆπον. εἶτα ἐκεῖνος μὲν καὶ ἔσκαπτε καὶ ἐφύτευε καὶ τὸ ὕδωρ τῷ φυτῷ ἐπῆγεν, ἐγὼ δὲ ἐν τούτῳ εἱστήκειν ἀργός. ἦν δέ μοι δεινῶς ἀλγεινὸς ὁ τότε βίος· πρῶτον μὲν ἐπεὶ χειμὼν ἤδη ἦν κἀκεῖνος οὐδὲ αὑτῷ στρῶμα εἶχεν ἀγοράσαι οὐχ ὅπως ἐμοί, καὶ ἀνυπόδητος πηλὸν ὑγρὸν καὶ πάγον σκληρὸν καὶ ὀξὺν ἐπάτουν, καὶ φαγεῖν τοῦτο μόνον ἀμφοτέροις ἦν θρίδακας πικρὰς καὶ σκληράς. καί ποτε ἐξιόντων ἡμῶν ἐς τὴν πόλιν ἐντυγχάνει ἀνὴρ γενναῖος στρατιώτου στολὴν ἠμφιεσμένος, καὶ τὰ μὲν πρῶτα λαλεῖ πρὸς ἡμᾶς τῇ Ἰταλῶν φωνῇ καὶ ἤρετο τὸν κηπουρὸν ὅποι ἀπάγει τὸν ὄνον ἐμέ· ὁ δέ, οἷμαι, τῆς φωνῆς ἀνόητος ὢν οὐδὲν ἀπεκρίνατο· ὁ δὲ ὀργιζόμενος, ὡς ὑπερορώμενος, παίει τῇ μάστιγι τὸν κηπουρόν, κἀκεῖνος συμπλέκεται αὐτῷ καὶ ἐκ τῶν ποδῶν εἰς τὴν ὁδὸν ὑποσπάσας ἐκτείνει, καὶ κείμενον ἔπαιεν οὕτω καὶ χειρὶ καὶ ποδὶ καὶ λίθῳ τῷ ἐκ τῆς ὁδοῦ· ὁ δὲ τὰ πρῶτα καὶ ἀντεμάχετο καὶ ἠπείλει, εἰ ἀνασταίη, ἀποκτενεῖν τῇ μαχαίρᾳ· ὁ δὲ ὥσπερ ὑπ’ αὐτοῦ ἐκείνου διδαχθείς, τὸ ἀκινδυνότατον, σπᾷ τὴν μάχαιραν αὐτοῦ καὶ ῥιπτεῖ πόρρω, εἶτα αὖθις ἔπαιε κείμενον. ὁ δὲ τὸ κακὸν ὁρῶν ἤδη ἀφόρητον ψεύδεται ὡς τεθνηκὼς ἐν ταῖς πληγαῖς· ὁ δὲ δείσας ἐπὶ τούτῳ τὸν μὲν αὐτοῦ ὡς εἶχε κείμενον ἀπολείπει, τὴν δὲ μάχαιραν βαστάσας ἐπ’ ἐμοὶ ἤλαυνεν ἐς τὴν πόλιν. ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῷ τινι ἐπέδωκε γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός τινος τῶν ἐν ἄστει συνήθων. τῇ δὲ ὑστεραίᾳ, δόξαν αὐτοῖς, οὕτω ποιοῦσι· τὸν μὲν ἐμὸν δεσπότην κιβωτῷ ἐνέκρυψαν, ἐμὲ δὲ ἀράμενοι ἐκ τῶν ποδῶν κομίζουσιν ἄνω τῇ κλίμακι ἐς ὑπερῷον κἀκεῖ μὲ ἄνω συγκλείουσιν. ὁ δὲ στρατιώτης ἐκ τῆς ὁδοῦ τότε μόλις ἐξαναστάς, ὡς ἔφασαν, καρηβαρῶν ταῖς πληγαῖς ἧκεν εἰς τὴν πόλιν καὶ τοῖς στρατιώταις τοῖς σὺν αὐτῷ ἐντυχὼν λέγει τὴν ἀπόνοιαν τοῦ κηπουροῦ· οἱ δὲ σὺν αὐτῷ ἐλθόντες μανθάνουσιν ἔνθα ἦμεν κεκρυμμένοι, καὶ παραλαμβάνουσι τοὺς τῆς πόλεως ἄρχοντας. οἱ δὲ εἴσω τινὰ πέμπουσι τῶν ὑπηρετῶν καὶ τοὺς ἔνδον ἅπαντας προελθεῖν ἔξω κελεύουσιν· ὡς δὲ προῆλθον, ὁ κηπουρὸς οὐδαμοῦ ἐφαίνετο. οἱ μὲν οὖν στρατιῶται ἔνδον ἔφασαν εἶναι τὸν κηπουρὸν κἀμὲ τὸν ἐκείνου ὄνον· οἱ δὲ οὐδὲν ἄλλο ὑπολελεῖφαι ἔλεγον οὔτε ἄνθρωπον οὔτε ὄνον. θορύβου δὲ ἐν τῷ στενωπῷ καὶ πολλῆς βοῆς ἐκ τούτων γενομένης ὁ ἀγέρωχος καὶ πάντα περίεργος ἐγὼ βουλόμενος μαθεῖν τίνες εἶεν οἱ βοῶντες, διακύπτω ἄνωθεν κάτω διὰ τῆς θυρίδος. οἱ δέ με ἰδόντες εὐθὺς ἀνέκραγον· οἱ δὲ ἑαλώκεσαν ψευδῆ λέγοντες· καὶ οἱ ἄρχοντες εἴσω παρελθόντες καὶ πάντα ἀνερευνῶντες εὑρίσκουσι τὸν ἐμὸν δεσπότην τῇ κιβωτῷ ἐγκείμενον καὶ λαβόντες τὸν μὲν εἰς τὸ δεσμωτήριον ἔπεμψαν λόγον τῶν τετολμημένων ὑφέξοντα, ἐμὲ δὲ κάτω βαστάσαντες τοῖς στρατιώταις παρέδοσαν. πάντες δὲ ἄσβεστον ἐγέλων ἐπὶ τῷ μηνύσαντι ἐκ τῶν ὑπερῴων καὶ προδόντι τὸν ἑαυτοῦ δεσπότην κἀκ τότε ἐξ ἐμοῦ πρωτου ἦλθεν εἰς ἀνθρώπους ὁ λόγος οὗτος, Ἐξ ὄνου παρακύψεως.