ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες ἐμέ τε καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας ἡμᾶς ξύλοις παίοντες ἤλαυνον εἰς τὸ ὄρος ἀτρίπτῳ ὁδῷ φεύγειν πειρώμενοι. τὰ μὲν οὖν ἄλλα κτήνη οὐκ ἔχω εἰπεῖν ὅ τι ἔπασχεν, ἐγὼ δὲ ἀνυπόδητος ἀσυνήθης ἀπιὼν πέτραις ὀξείαις ἐπιβαίνων, τοσαῦτα σκεύη φέρων ἀπωλλύμην. καὶ πολλάκις προσέπταιον, καὶ οὐκ ἦν ἐξὸν καταπεσεῖν, καὶ εὐθὺς ἄλλος ὄπισθεν κατὰ τῶν μηρῶν ἔπαιε ξύλῳ. ἐπεὶ δὲ πολλάκις ὦ Καῖσαρ ἀναβοῆσαι ἐπεθύμουν, οὐδὲν ἄλλο ἢ ὠγκώμην, καὶ τὸ μὲν ὦ μέγιστον καὶ εὐφωνότατον ἐβόων, τὸ δὲ Καῖσαρ οὐκ ἐπηκολούθει. ἀλλὰ μὴν καὶ δι᾿ αὐτὸ τοῦτο ἐτυπτόμην ὡς προδιδοὺς αὐτοὺς τῷ ὀγκηθμῷ. μαθὼν οὖν ὅτι ἄλλως ἐβόων, ἔγνων σιγῇ προϊέναι καὶ κερδαίνειν τὸ μὴ παίεσθαι. ἐπὶ τούτῳ ἡμέρα τε ἤδη ἣν, καὶ ἡμεῖς ὄρη πολλὰ ἀναβεβήκειμεν, καὶ στόματα δὲ ἡμῶν δεσμῷ ἐπείχετο, ὡς μὴ περιβοσκόμενοι τὴν ὁδὸν ἐς τὸ ἄριστον ἀναλίσκοιμεν· ὥστε ἐς τὴν τότε καὶ ἔμεινα ὄνος. ἐπεὶ δὲ ἦν αὐτὸ τὸ μέσον τῆς ἡμέρας, καταλύομεν εἴς τινα ἔπαυλιν συνήθων ἐκείνοις ἀνθρώπων, ὅσον ἦν ἐκ τῶν γινομένων σκοπεῖν· καὶ γὰρ φιλήμασιν ἠσπάχοντο ἀλλήλους καὶ καταλύειν ἐκέλευον αὐτοὺς οἱ ἐν τῇ ἐπαύλει καὶ παρέθηκαν ἄριστον καὶ τοῖς κτήνεσιν ἡμῖν παρέβαλον κριθία. καὶ οἱ μὲν ἠρίστων, ἐγὼ δὲ ἐπείνων μὲν κακῶς· ἀλλ’ ἐπειδὴ οὔπω τότε κριθὰς ὠμὰς ἠριστήκειν, ἐσκοπούμην ὅ τι καὶ καταφάγοιμι. ὁρῶ δὲ κῆπον αὐτοῦ ὀπίσω τῆς αὐλῆς, καὶ εἶχε λάχανα πολλὰ καὶ καλὰ καὶ ῥόδα ὑπὲρ αὐτῶν ἐφαίνετο· κἀγὼ λαθὼν πάντας τοὺς ἔνδον ἀσχολουμένους περὶ τὸ ἄριστον ἔρχομαι ἐπὶ τὸν κῆπον, τοῦτο μὲν ὠμῶν λάχανων ἐμπλησθησόμενος, τοῦτο δὲ τῶν ῥόδων ἕνεκα· ἐλογιζόμην γὰρ ὅτι δῆθεν φαγὼν τῶν ἀνθέων πάλιν ἄνθρωπος ἔσομαι. εἶτα ἐμβὰς εἰς τὸν κῆπον θριδάκων μὲν καὶ ῥαφανίδων καὶ σελίνων, ὅσα ὠμὰ ἐσθίει ἄνθρωπος, ἐνεπλήσθην, τὰ δὲ ῥόδα ἐκεῖνα οὐκ ἦν ῥόδα ἀληθινά, τὰ δ’ ἦν ἐκ τῆς ἀγρίας δάφνης φυόμενα· ῥοδοδάφνην αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι, κακὸν ἄριστον ὄνῳ τοῦτο παντὶ καὶ ἵππῳ· φασὶ γὰρ τὸν φαγόντα ἀποθνήσκειν αὐτίκα. ἐν τούτῳ ὁ κηπουρὸς αἰσθόμενος καὶ ξύλον ἁρπάσας, εἰσελθὼν εἰς τὸν κῆπον καὶ τὸν πολέμιον ἰδὼν καὶ τῶν λαχάνων τὸν ὄλεθρον, ὥσπερ τις δυνάστης μισοπόνηρος κλέπτην λαβὼν οὕτω με συνέκοψε τῷ ξύλῳ, μήτε πλευρῶν φεισάμενος μήτε μηρῶν, καὶ μὴν καὶ τὰ ὦτά μου κατέκλασε καὶ τὸ πρόσωπόν μου συνέτριψεν. ἐγὼ δὲ οὐκέτ’ ἀνεχόμενος ἀπολακτίσας ἀμφοτέροις καὶ καταβαλὼν ὕπτιον ἐπὶ τῶν λαχάνων ἔφευγον ἄνω ἐς τὸ ὄρος. ὁ δὲ ἐπειδὴ εἶδε δρόμῳ ἀπιόντα, ἀνέκραγε λῦσαι τοὺς κύνας ἐπ’ ἐμοί· οἱ δὲ κύνες πολλοί τε ἦσαν καὶ μεγάλοι καὶ ἄρκτοις μάχεσθαι ἱκανοί. ἔγνων ὅτι δὴ διασπάσονταί με οὗτοι λαβόντες, καὶ ὀλίγον ἐκπεριελθθὼν ἔκρινα τοῦτο δὴ τὸ τοῦ λόγου, παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν. ὀπίσω οὖν ἀπῄειν καὶ εἴσειμι αὖθις εἰς τὴν ἔπαυλιν. οἱ δὲ τοὺς μὲν κύνας δρόμῳ ἐπιφερομένους ἐδέξαντο καὶ κατέδησαν, ἐμὲ δὲ παίοντες οὐ πρότερον ἀφῆκαν πρὶν ἢ ὑπὸ τῆς ὀδύνης πάντα τὰ λάχανα κάτωθεν ἐξεμέσαι. καὶ μὴν ὅτε ὁδοιπορεῖν ὥρα ἦν, τὰ βαρύτατα τῶν κλεμμάτων καὶ τὰ πλεῖστα ἐμοὶ ἐπέθηκαν· κἀκεῖθεν τότε οὕτως ἐξελαύνομεν. ἐπεὶ δὲ ἀπηγόρευον ἤδη παιόμενός τὲ καὶ τῷ φορτίῳ ἀχθόμενος καὶ τὰς ὁπλὰς ἐκ τῆς ὁδοῦ ἐκτετριμμένος, ἔγνων αὐτοῦ καταπεσεῖν καὶ μηδ’ ἂν ἀποσφαττωσί με ταῖς πληγαῖς, ἀναστῆναί ποτε, τοῦτο ἐλπίσας μέγα μοι ὄφελος ἔσεσθαι ἐκ τοῦ βουλεύματος· ᾠήθην γὰρ ὅτι πάντως ἡττώμενοι τὰ μὲν ἐμὰ σκεύη διανεμοῦσι τῷ τὲ ἵππῳ καὶ τῷ ἡμιόνῳ, ἐμὲ δὲ αὐτοῦ ἐάσουσι κεῖσθαι τοῖς λύκοις. ἀλλά τις δαίμων βάσκανος συνεὶς τῶν ἐμῶν βουλευμάτων ἐς τοὐναντίον περιήνεγκεν· ὁ γὰρ ἕτερος ὄνος ἴσως ἐμοὶ τὰ αὐτὰ νοήσας πίπτει ἐν τῇ ὁδῷ. οἱ δὲ τα μὲν πρῶτα ξύλῳ παίοντες ἀναστῆναι τὸν ἄθλιον ἐκέλευον, ὡς δὲ οὐδὲν ὑπήκουε ταῖς πληγαῖς, λαβόντες αὐτὸν οἱ μὲν τῶν ὤτων, οἱ δὲ τῆς οὐρᾶς ἀνεγείρειν ἐπειρῶντο· ὡς δὲ οὐδὲν ἤνυον, ἔκειτο δὲ ὥσπερ λίθος ἐν τῇ ὁδῷ ἀπηγορευκώς, λογισάμενοι ἐν ἀλλήλοις ὅτι δὴ μάτην πονοῦσι καὶ τὸν χρόνον τῆς φυγῆς ἀναλίσκουσιν, ὄνῳ νεκρῷ παρεδρεύοντες, τὰ μὲν σκεύη πάντα ὅσα ἐκόμιζεν ἐκεῖνος, διανέμουσιν ἐμοί τε καὶ τῷ ἵππῳ, τὸν δὲ ἄθλιον κοινωνὸν καὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἀχθοφορίας λαβόντες τῷ ξίφει ὑποτέμνουσιν ἐκ τῶν σκελῶν καὶ σπαίροντα ἔτι ὠθοῦσιν ἐς τὸν χρημνὸν. ὁ δὲ ἀπῄει κάτω τὸν θάνατον ὀρχούμενος. ἐγὼ δὲ ὁρῶν ἐν τῷ συνοδοιπόρῳ τῶν ἐμῶν βουλευμάτων τὸ τέλος, ἔγνων φέρειν εὐγενῶς τὰ ἐν ποσὶ καὶ προθύμως περιπατεῖν, ἐλπίδας ἔχων πάντως ποτὲ ἐμπεσεῖσθαι εἰς τὰ ῥόδα κἀκ τούτων εἰς ἐμαυτὸν ἀνασωθήσεσθαι· καὶ τῶν λῃστῶν δὲ ἤκουον ὡς οὐκ εἴη ἔτι πολὺ τῆς ὁδοῦ λοιπόν. καὶ ὅτι καταμενοῦσιν ἔνθα καταλύσουσιν· ὥστε ταῦτα πάντα δρόμῳ ἐκομίζομεν, καὶ πρὸ τῆς ἑσπέρας ἤλθομεν εἰς τὰ οἰκεῖα. γραῦς δὲ γυνὴ ἔνδον καθῆστο, καὶ πῦρ πολὺ ἐκαίετο. οἱ δὲ πάντα ἐκεῖνα ἅπερ ἐτυγχάνομεν ἡμεῖς κομίζοντες, εἴσω κατέθηχαν. εἶτα ἤροντο τὴν γραῦν, Διὰ τί οὕτως καθέζῃ καὶ οὐ παρασκευάζεις ἄριστον; ᾿Αλλὰ πάντα, εἶπεν ἡ γραῦς, εὐτρεπῆ ὑμῖν, ἄρτοι πολλοί, οἴνου παλαιοῦ πίθοι, καὶ τὰ κρέα δὲ ὑμῖν τὰ ἄγρια σκευάσασα ἔχω. οἱ δὲ τὴν γραῦν ἐπαινέσαντες, ἀποδυσάμενοι ἠλείφοντο πρὸς τὸ πῦρ καὶ λέβητος ἔνδον ὕδωρ θερμὸν ἔχοντος ἀρυσάμενοι ἔνθεν καὶ καταχεάμενοι αὐτοσχεδίῳ τῷ λουτρῷ ἐχρήσαντο.