τάδε ἔνεστιν ἐν τῇ ὀκτωκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. α . ἡ γενομένη ταραχὴ καὶ στάσις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐν ταῖς δυνάμεσιν. β . Περδίκκου παράληψις τῆς κατὰ τὴν βασιλείαν ἐπιμελείας καὶ διαίρεσις τῶν σατραπειῶν. γ . ἀπόστασις τῶν ἐν ταῖς ἄνω σατραπείαις Ἑλλήνων καὶ ἀποστολὴ στρατηγοῦ Πίθωνος ἐπʼ αὐτούς. δ . ἀπαγγελία τῆς κατὰ τὴν Ἀσίαν θέσεως καὶ τῶν ἐν αὐτῇ σατραπειῶν. ε . ὡς Πίθων κατεπολέμησε τοὺς ἀποστάντας Ἕλληνας. ς . ὡς Ἀθηναῖοι πόλεμον ἐξήνεγκαν πρὸς Ἀντίπατρον τὸν ὀνομασθέντα Δαμιακόν. ζ . ὡς Λεωσθένης ἀναδειχθεὶς στρατηγὸς καὶ συστησάμενος δύναμιν ἐνίκησε μάχῃ τὸν Ἀντίπατρον καὶ συνέκλεισεν εἰς πόλιν Λάμιαν. η . Λεωσθένους τοῦ στρατηγοῦ τελευτὴ καὶ ἐπιτάφιος. θ . παράληψις τῶν σατραπειῶν ὑπὸ τῶν μεμερισμένων αὐτάς. ι . ἱππομαχία τῶν Ἑλλήνων πρὸς Λεοννάτον καὶ νίκη τῶν Ἑλλήνων. α . ὡς Ἀντίπατρος Λεοννάτου σφαγέντος ἐν τῇ μάχῃ παρέλαβε τὴν Λεοννάτου δύναμιν. β . ὡς Κλεῖτος ὁ τῶν Μακεδόνων ναύαρχος ἐνίκησε δυσὶ ναυμαχίαις τοὺς Ἕλληνας. γ . ὡς Περδίκκας Ἀριαράθην τὸν βασιλέα παρατάξει μεγάλῃ νικήσας ἐζώγρησε τὸν βασιλέα μετὰ καὶ πολλῶν ἄλλων. δ . ὡς Κρατερὸς βοηθήσας Ἀντιπάτρῳ ἐνίκησε τοὺς Ἕλληνας καὶ κατέλυσε τὸν Λαμιακὸν πόλεμον. ε . περὶ τῶν ὑπʼ Ἀντιπάτρου πραχθέντων πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας. ς . περὶ τῶν πραχθέντων ἐν τῷ κατὰ Κυρήνην πολέμῳ Πτολεμαίῳ. ζ . ὡς Περδίκκας ἐμβαλὼν εἰς τὴν Πισιδίαν Λαρανδεῖς μὲν ἐξηνδραποδίσατο, Ἰσαυρεῖς δὲ πολιορκήσας συνηνάγκασεν ἑαυτούς τε κατασφάξαι καὶ τὴν πόλιν ἐμπρῆσαι. η . Ἀντιπάτρου καὶ Κρατεροῦ στρατεία εἰς Αἰτωλίαν. θ . κατακομιδὴ τοῦ Ἀλεξάνδρου σώματος ἐκ Βαβυλῶνος εἰς Ἀλεξάνδρειαν καὶ τῆς κατὰ τὴν ἁρμάμαξαν πολυτελείας ἀπαγγελία. κ . ὡς Εὐμενὴς παρατάξει νικήσας Κρατερὸν κατέσφαξεν ἐν τῇ μάχῃ καὶ Νεοπτόλεμον. α . ὡς Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ὑπὸ τῶν φίλων ἀνῃρέθη. β . ὡς τῶν βασιλέων ἐπιμελητὴς ᾑρέθη Πίθων καὶ μετʼ αὐτοῦ Ἀρριδαῖος, ὕστερον δʼ Ἀντίπατρος. γ . ὡς Ἀντίπατρος ἡγεμὼν κατασταθεὶς τῶν ὅλων ἐμερίσατο τὰς σατραπείας ἐξ ἀρχῆς ἔν Τριπαραδείσῳ τῆς Συρίας. δ . ὡς Ἀντίγονος ὑπʼ Ἀντιπάτρου κατασταθεὶς στρατηγὸς κατεπολέμησε τὸν Εὐμένη. ε . περὶ Εὐμενοῦς καὶ τῶν περὶ αὐτὸν γενομένων παραδόξων μεταβολῶν. ς . ὡς Πτολεμαῖος τήν τε Φοινίκην καὶ τὴν Κοίλην Συρίαν προσεκτήσατο. ζ . ὡς Ἀντίγονος Ἀλκέταν ἐνίκησεν ἐπιφανεῖ καρατάξει. η . Ἀντιπάτρου θάνατος καὶ τῆς βασιλικῆς δυνάμεως παράληψις ὑπὸ Πολυπέρχοντος. θ . ὡς Ἀντίγονος μετεωρισθεὶς ἐπί τε τῇ Ἀντιπάτρου τελευτῇ καὶ τοῖς ὑφʼ αὑτοῦ κατειργασμένοις ἀντεποιήσατο τῆς βασιλείας. λ . Εὐμενοῦς αὔξησις παράδοξος καὶ παράληψις τῆς τε τῶν βασιλέων ἐπιμελείας καὶ τῆς Μακεδονικῆς δυνάμεως. α . Κασάνδρου αὔξησις καὶ πόλεμος πρὸς Πολυπέρχοντα τὸν ἐπιμελητὴν τῶν βασιλέων καὶ κοινοπραγία πρὸς Ἀντίγονον. β . ὡς Εὐμενὴς ἐν Κιλικίᾳ τοὺς ἀργυράσπιδας παραλαβὼν εἰς τὰς ἄνω σατραπείας ἀπῆλθε καὶ δύναμιν ἀξιόλογον παρεσκευάσατο. γ . περὶ τῆς Εὐμενοῦς ἀγχινοίας καὶ στρατηγίας καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων μέχρι τῆς τελευτῆς. δ . τὰ συμβάντα περὶ Κάσανδρον κατὰ τὴν Ἀττικὴν καὶ Νικάνορα τὸν φρουροῦντα τὴν Μουνυχίαν. ε . Φωκίωνος τοῦ χρηστοῦ προσαγορευθέντος θάνατος. ς . ὡς Πολυπέρχων Μεγαλοπολίτας πολιορκήσας καὶ πολλὰ παθὼν καὶ δράσας ἄπρακτος ἐπανῆλθεν. ζ . ὡς Κλεῖτος ὁ Πολυπέρχοντος ναύαρχος ἐνίκησε ναυμαχίᾳ Νικάνορα τὸν Κασάνδρου ναύαρχον. η . ὡς Ἀντίγονος ἐπιφανῶς νικήσας ναυμαχίᾳ τὸν Κλεῖτον ἐθαλαττοκράτησεν. θ . ὡς Εὐμενὴς ὑπὸ Σελεύκου περὶ τὴν Βαβυλῶνα συγκλεισθεὶς εἰς τοὺς ἐσχάτους κινδύνους ἐσώθη διὰ τὴν ἰδίαν ἀγχίνοιαν. μ . ὡς Πολυπέρχων καταφρονηθεὶς ὑπὸ τῶν Ἑλλήνων καὶ ταπεινωθεὶς διεπολέμει πρὸς Κάσανδρον.