Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους. τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας. δοὺς δʼ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας.