ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὁ ὀνομαζόμενος Γάγγης , μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα. ἐχομένη δὲ ταύτης ἡ λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν ὁ Ἀλέξανδρος, παρα ποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθʼ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις ἥ τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, διʼ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφʼ οὗ τὴν προσηγορίαν ἔσχεν ἡ χώρα.