τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε· τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ βασιλεῖ , οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος. καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν.