ἦλθον ἐγὼ εἰς Σικελίαν δόξαν ἔχων πολὺ τῶν ἐν φιλοσοφίᾳ διαφέρειν, βουλόμενος δὲ ἐλθὼν εἰς Συρακούσας συμμάρτυρα λαβεῖν σέ, ἵνα μοι τιμῷτο φιλοσοφία καὶ παρὰ τῷ πλήθει. τοῦτο δʼ οὐκ εὐαγές μοι ἀπέβη. τὸ δʼ αἴτιον οὐ λέγω ὅπερ ἂν πολλοὶ εἴποιεν, ἀλλʼ ὅτι ἐφαίνου οὐ πάνυ ἐμοὶ πιστεύειν σύ, ἀλλʼ ἐμὲ μέν πως ἀποπέμψασθαι ἐθέλειν, ἑτέρους δὲ μεταπέμψασθαι, καὶ ζητεῖν τὸ πρᾶγμα τί τὸ ἐμόν ἐστιν, ἀπιστῶν, ὡς ἐμοὶ δοκεῖ· καὶ οἱ ἐπὶ τούτοις βοῶντες πολλοὶ ἦσαν, λέγοντες ὡς σὺ ἐμοῦ μὲν καταπεφρόνηκας, ἄλλα δʼ ἐσπούδακας. ταῦτα δὴ διαβεβόηται. ὃ δὴ μετὰ ταῦτα δίκαιόν ἐστι ποιεῖν, ἄκουε, ἵνα σοι καὶ ἀποκρίνωμαι ὃ σὺ ἐρωτᾷς, πῶς χρὴ ἔχειν ἐμὲ καὶ σὲ πρὸς ἀλλήλους. εἰ μὲν ὅλως φιλοσοφίας καταπεφρόνηκας, ἐᾶν χαίρειν, εἰ δὲ παρʼ ἑτέρου ἀκήκοας ἢ αὐτὸς βελτίονα ηὕρηκας τῶν παρʼ ἐμοί, ἐκεῖνα τίμα· εἰ δʼ ἄρα τὰ παρʼ ἡμῶν σοι ἀρέσκει, τιμητέον καὶ ἐμὲ μάλιστα. νῦν οὖν, ὥσπερ καὶ ἐξ ἀρχῆς, σὺ καθηγοῦ, ἕψομαι δὲ ἐγώ· τιμώμενος γὰρ ὑπὸ σοῦ τιμήσω σέ, μὴ τιμώμενος δὲ ἡσυχίαν ἕξω. ἔτι δὲ σὺ μὲν ἐμὲ τιμῶν καὶ τούτου καθηγούμενος φιλοσοφίαν δόξεις τιμᾶν, καὶ αὐτὸ τοῦτο, ὅτι διεσκόπεις καὶ ἄλλους, πρὸς πολλῶν εὐδοξίαν σοι οἴσει ὡς φιλοσόφῳ ὄντι. ἐγὼ δὲ σὲ τιμῶν μὴ τιμῶντα πλοῦτον δόξω θαυμάζειν τε καὶ διώκειν, τοῦτο δʼ ἴσμεν ὅτι παρὰ πᾶσιν ὄνομα οὐ καλὸν ἔχει· ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, σοῦ μὲν τιμῶντος ἀμφοτέροις κόσμος, ἐμοῦ δὲ ὄνειδος ἀμφοῖν. περὶ μὲν οὖν τούτων ταῦτα. τὸ δὲ σφαιρίον οὐκ ὀρθῶς ἔχει· δηλώσει δέ σοι Ἀρχέδημος, ἐπειδὰν ἔλθῃ. καὶ δὴ καὶ περὶ τοῦδε, ὃ δὴ τούτου τιμιώτερόν τʼ ἐστὶν καὶ θειότερον, καὶ μάλα σφόδρʼ αὐτῷ δηλωτέον, ὑπὲρ οὗ σὺ πέπομφας ἀπορούμενος. φῂς γὰρ δὴ κατὰ τὸν ἐκείνου λόγον, οὐχ ἱκανῶς ἀποδεδεῖχθαί σοι περὶ τῆς τοῦ πρώτου φύσεως. φραστέον δή σοι διʼ αἰνιγμῶν, ἵνʼ ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει. περὶ τὸν πάντων βασιλέα πάντʼ ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν· δεύτερον δὲ πέρι τὰ δεύτερα, καὶ τρίτον πέρι τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖʼ ἄττα ἐστίν, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστιν τοιοῦτον—τὸ δὴ μετὰ τοῦτο ἡ ψυχή φησιν— ἀλλὰ ποῖόν τι μήν; τοῦτʼ ἐστίν, ὦ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα ὃ πάντων αἴτιόν ἐστιν κακῶν, μᾶλλον δὲ ἡ περὶ τούτου ὠδὶς ἐν τῇ ψυχῇ ἐγγιγνομένη, ἣν εἰ μή τις ἐξαιρεθήσεται, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ. σὺ δὲ τοῦτο πρὸς ἐμὲ ἐν τῷ κήπῳ ὑπὸ ταῖς δάφναις αὐτὸς ἔφησθα ἐννενοηκέναι καὶ εἶναι σὸν εὕρημα· καὶ ἐγὼ εἶπον ὅτι τοῦτο εἰ φαίνοιτό σοι οὕτως ἔχειν, πολλῶν ἂν εἴης λόγων ἐμὲ ἀπολελυκώς. οὐ μὴν ἄλλῳ γέ ποτʼ ἔφην ἐντετυχηκέναι τοῦθʼ ηὑρηκότι, ἀλλὰ ἡ πολλή μοι πραγματεία περὶ τοῦτʼ εἴη· σὺ δὲ ἴσως μὲν ἀκούσας του, τάχα δʼ ἂν θείᾳ μοίρᾳ κατὰ τοῦθʼ ὁρμήσας, ἔπειτα αὐτοῦ τὰς ἀποδείξεις ὡς ἔχων βεβαίως οὐ κατέδησας, ἀλλʼ ᾄττει σοι τοτὲ μὲν οὕτως, τοτὲ δὲ ἄλλως περὶ τὸ φανταζόμενον, τὸ δὲ οὐδέν ἐστιν τοιοῦτον. καὶ τοῦτο οὐ σοὶ μόνῳ γέγονεν, ἀλλʼ εὖ ἴσθι μηδένα πώποτέ μου τὸ πρῶτον ἀκούσαντα ἔχειν ἄλλως πως ἢ οὕτως κατʼ ἀρχάς, καὶ ὁ μὲν πλείω ἔχων πράγματα, ὁ δὲ ἐλάττω, μόγις ἀπαλλάττονται, σχεδὸν δὲ οὐδεὶς ὀλίγα. τούτων δὴ γεγονότων καὶ ἐχόντων οὕτω, σχεδὸν κατὰ τὴν ἐμὴν δόξαν ηὑρήκαμεν ὃ σὺ ἐπέστειλας, ὅπως δεῖ πρὸς ἀλλήλους ἡμᾶς ἔχειν. ἐπεὶ γὰρ βασανίζεις αὐτὰ συγγιγνόμενός τε ἄλλοις καὶ παραθεώμενος παρὰ τὰ τῶν ἄλλων καὶ αὐτὰ καθʼ αὑτά, νῦν σοι ταῦτά τε, εἰ ἀληθὴς ἡ βάσανος, προσφύσεται, καὶ οἰκεῖος τούτοις τε καὶ ἡμῖν ἔσῃ. πῶς οὖν αὐτά τʼ ἔσται καὶ πάντα ἃ εἰρήκαμεν; τὸν Ἀρχέδημον νῦν τε ὀρθῶς ἐποίησας πέμψας, καὶ τὸ λοιπόν, ἐπειδὰν ἔλθῃ πρὸς σὲ καὶ ἀπαγγείλῃ τὰ παρʼ ἐμοῦ, μετὰ ταῦτα ἴσως ἄλλαι σε ἀπορίαι λήψονται. πέμψεις οὖν αὖθις, ἂν ὀρθῶς βουλεύῃ, παρʼ ἐμὲ τὸν Ἀρχέδημον, ὁ δʼ ἐμπορευσάμενος ἥξει πάλιν· καὶ τοῦτο ἐὰν δὶς ἢ τρὶς ποιήσῃς καὶ βασανίσῃς τὰ παρʼ ἐμοῦ πεμφθέντα ἱκανῶς, θαυμάζοιμʼ ἂν εἰ μὴ τὰ νῦν ἀπορούμενα πολύ σοι διοίσει ἢ νῦν.