ΑΘ. καὶ μὴν ὅτι γε δικαίως ἔμψυχα αὐτὰ λέγομεν, πρῶτον τὸ μέγεθος αὐτῶν διανοηθῶμεν. οὐ γάρ, ὡς σμικρὰ φαντάζεται, τηλικαῦτα ὄντως ἐστίν, ἀλλʼ ἀμήχανον ἕκαστον αὐτῶν τὸν ὄγκον—πιστεῦσαι δʼ ἄξιον· ἀποδείξεσιν γὰρ ἱκαναῖς λαμβάνεται—τὸν γὰρ ἥλιον ὅλον τῆς γῆς ὅλης μείζω διανοηθῆναι δυνατὸν ὀρθῶς, καὶ πάντα δὴ τὰ φερόμενα ἄστρα θαυμαστόν τι μέγεθος ἔχει. λάβωμεν δὴ τίς τρόπος ἂν εἴη τοσοῦτον περιφέρειν ὄγκον τινὰ φύσιν τὸν αὐτὸν ἀεὶ χρόνον, ὅσον καὶ νῦν περιφέρεται. θεὸν δή φημι τὸν αἴτιον ἔσεσθαι, καὶ οὔποθʼ ἑτέρως εἶναι δυνατόν· ἔμψυχον μὲν γὰρ οὔποτε γένοιτʼ ἂν ἑτέρᾳ πλὴν διὰ θεόν, ὡς ἡμεῖς ἀπεφηνάμεθα. ὅτε δὲ τοῦτο οἷός τέ ἐστιν θεός, ἅπασα αὐτῷ ῥᾳστώνη γέγονεν τοῦ πρῶτον μὲν ζῷον γεγονέναι πᾶν σῶμα καὶ ὄγκον σύμπαντα, ἔπειτα, ᾗπερ ἂν διανοηθῇ βέλτιστα, ταύτῃ φέρειν. νῦν δὴ περὶ ἁπάντων τούτων ἕνα λόγον λέγοιμεν ἀληθῆ· οὐκ ἔστιν γῆν τε καὶ οὐρανὸν ἅπαντάς τε ἀστέρας ὄγκους τε ἐκ τούτων σύμπαντας, μὴ ψυχῆς πρὸς ἑκάστῳ γενομένης ἢ καὶ ἐν ἑκάστοις, εἶτα εἰς ἀκρίβειαν κατʼ ἐνιαυτὸν οὕτω πορεύεσθαι κατὰ μῆνάς τε καὶ ἡμέρας, καὶ σύμπαντα τὰ γιγνόμενα σύμπασιν ἡμῖν ἀγαθὰ γίγνεσθαι. δεῖ δέ, ὅσῳ φλαυρότερόν ἐστʼ ἄνθρωπος, μή τοι ληροῦντά γε, σαφῶς δέ τι λέγοντα φαίνεσθαι. ῥύμας μὲν οὖν εἴ τις αἰτίας τινὰς ἐρεῖ σωμάτων ἢ φύσεις ἤ τι τοιοῦτον, οὐδὲν σαφὲς ἐρεῖ· τὸ δὲ παρʼ ἡμῶν εἰρημένον σφόδρʼ ἀναλαβεῖν χρή, πότερον ἔχει λόγον ὁ λόγος ἢ πάντως ὑστερεῖ, τὸ πρῶτον μὲν τὰ ὄντα εἶναι δύο, τὸ μὲν ψυχήν, τὸ δὲ σῶμα, καὶ πολλὰ ἑκατέρου, πάντα δὲ ἀλλήλων ἄλλα καὶ ἑκάτερα ἑκατέρων, καὶ τρίτον ἄλλο οὐδὲν κοινὸν οὐδενί, διαφέρειν δὲ ψυχὴν σώματος. ἔμφρον μέν που, τὸ δὲ ἄφρον θήσομεν, ἄρχον δέ, τὸ δὲ ἀρχόμενον, καὶ τὸ μὲν αἴτιον ἁπάντων, τὸ δὲ ἀναίτιον πάσης πάθης· ὥστε τά γε δὴ κατʼ οὐρανὸν ὑπʼ ἄλλου του φάναι γεγονέναι, καὶ μὴ ψυχῆς τε καὶ σώματος οὕτως εἶναι γεννήματα, πολλὴ μωρία τε καὶ ἀλογία. εἰ δʼ οὖν δεῖ νικᾶν τοὺς περὶ ἁπάντων τῶν τοιούτων λόγους καὶ πιστῶς θεῖα φαίνεσθαι γεγονέναι τὰ τοιαῦτα σύμπαντα, δυοῖν τοι θάτερα θετέον αὐτά· ΑΘ. ἢ γὰρ θεοὺς αὐτοὺς ταῦτα ὑμνητέον ὀρθότατα, ἢ θεῶν εἰκόνας ὡς ἀγάλματα ὑπολαβεῖν γεγονέναι, θεῶν αὐτῶν ἐργασαμένων· οὐ γὰρ ἀνοήτων γε οὐδὲ βραχέος ἀξίων, ἀλλʼ ὅπερ εἰρήκαμεν, τούτων ἡμῖν θάτερα θετέα, τὰ δὲ τεθέντα τιμητέον πάντων ἀγαλμάτων διαφερόντως· οὐ γὰρ μήποτε φανῇ καλλίω καὶ κοινότερα συμπάντων ἀνθρώπων ἀγάλματα, οὐδʼ ἐν διαφέρουσιν τόποις ἱδρυμένα, καθαριότητι καὶ σεμνότητι καὶ συμπάσῃ ζωῇ διαφέροντα ἢ ταύτῃ ὡς πάντῃ ταύτῃ γεγένηται. νῦν οὖν δὴ περὶ θεῶν ἐγχειρῶμεν τό γε τοσοῦτον, τὰ δύο κατιδόντες ζῷα ὁρατὰ ἡμῖν, ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον ἅπαν θνητὸν γεγονέναι, τὰ τρία τὰ μέσα τῶν πέντε τὰ μεταξὺ τούτων σαφέστατα κατὰ δόξαν τὴν ἐπιεικῆ γεγονότα πειραθῆναι λέγειν. αἰθέρα μὲν γὰρ μετὰ τὸ πῦρ θῶμεν, ψυχὴν δʼ ἐξ αὐτοῦ τιθῶμεν πλάττειν ζῷα δύναμιν ἔχοντα, ὥσπερ τῶν ἄλλων γενῶν, τὸ πολὺ μὲν τῆς αὐτοῦ φύσεως, τὰ δὲ σμικρότερα συνδέσμου χάριν ἐκ τῶν ἄλλων γενῶν· μετὰ δὲ τὸν αἰθέρα ἐξ ἀέρος πλάττειν τὴν ψυχὴν γένος ἕτερον ζῴων, καὶ τὸ τρίτον ἐξ ὕδατος. πάντα δὲ δημιουργήσασαν ταῦτα ψυχὴν ζῴων εἰκὸς ὅλον οὐρανὸν ἐμπλῆσαι, χρησαμένην πᾶσι τοῖς γένεσι κατὰ δύναμιν, πάντων μὲν μετόχων τοῦ ζῆν γεγονότων· δεύτερα δὲ καὶ τρίτα καὶ τέταρτα καὶ πέμπτα, ἀπὸ θεῶν τῶν φανερῶν ἀρξάμενα γενέσεως, εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀποτελευτᾶν. θεοὺς μὲν δή, Δία τε καὶ Ἥραν καὶ τοὺς ἄλλους πάντας, ὅπῃ τις ἐθέλει, ταύτῃ κατὰ τὸν αὐτὸν τιθέσθω νόμον καὶ πάγιον ἐχέτω τοῦτον τὸν λόγον· θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντῃ, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας. ΑΘ. τῶν δὲ δύο τούτων ζῴων, τοῦ τʼ ἐξ αἰθέρος ἐφεξῆς τε ἀέρος ὄν, διορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι—παρὸν δὴ πλησίον οὐ κατάδηλον ἡμῖν γίγνεσθαι—μετέχοντα δὲ φρονήσεως θαυμαστῆς, ἅτε γένους ὄντα εὐμαθοῦς τε καὶ μνήμονος, γιγνώσκειν μὲν σύμπασαν τὴν ἡμετέραν αὐτὰ διάνοιαν λέγωμεν, καὶ τόν τε καλὸν ἡμῶν καὶ ἀγαθὸν ἅμα θαυμαστῶς ἀσπάζεσθαι καὶ τὸν σφόδρα κακὸν μισεῖν, ἅτε λύπης μετέχοντα ἤδη—θεὸν μὲν γὰρ δὴ τὸν τέλος ἔχοντα τῆς θείας μοίρας ἔξω τούτων εἶναι, λύπης τε καὶ ἡδονῆς, τοῦ δὲ φρονεῖν καὶ τοῦ γιγνώσκειν κατὰ πάντα μετειληφέναι— καὶ συμπλήρους δὴ ζῴων οὐρανοῦ γεγονότος, ἑρμηνεύεσθαι πρὸς ἀλλήλους τε καὶ τοὺς ἀκροτάτους θεοὺς πάντας τε καὶ πάντα, διὰ τὸ φέρεσθαι τὰ μέσα τῶν ζῴων ἐπί τε γῆν καὶ ἐπὶ τὸν ὅλον οὐρανὸν ἐλαφρᾷ φερόμενα ῥύμῃ. τὸ δὲ ὕδατος πέμπτον ὂν ἡμίθεον μὲν ἀπεικάσειεν ἄν τις ὀρθῶς ἀπεικάζων ἐξ αὐτοῦ γεγονέναι, καὶ τοῦτʼ εἶναι τοτὲ μὲν ὁρώμενον, ἄλλοτε δὲ ἀποκρυφθὲν ἄδηλον γιγνόμενον, θαῦμα κατʼ ἀμυδρὰν ὄψιν παρεχόμενον. τούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων, ὅπῃ τινὲς ἐνέτυχον ἡμῶν, ἢ καθʼ ὕπνον ἐν ὀνειροπολίᾳ προστυχόντες, ἢ κατὰ φήμας τε καὶ μαντείας λεχθέν τισιν ἐν ἀκοαῖς ὑγιαίνουσιν ἢ καὶ κάμνουσιν, ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ δόξας παραγενομένας, ὅθεν ἱερὰ πολλὰ πολλῶν γέγονεν, τὰ δὲ γενήσεται, τούτων πάντων νομοθέτης, ὅστις νοῦν κέκτηται καὶ τὸν βραχύτατον, οὔποτε μὴ τολμήσῃ καινοτομῶν, ἐπὶ θεοσέβειαν ἥτις μὴ σαφὲς ἔχει τι τρέψαι πόλιν ἑαυτοῦ· καὶ μὴν οὐδʼ ὧν ὁ πάτριος νόμος εἴρηκεν περὶ θυσιῶν ἀποκωλύσει, μηδὲν τὸ παράπαν εἰδώς, ὥσπερ οὐδʼ ὂν δυνατὸν εἰδέναι τῇ θνητῇ φύσει τῶν τοιούτων πέρι. τοὺς δὲ ὄντως ἡμῖν φανεροὺς ὄντας θεοὺς ἆρʼ οὐχ αὑτὸς λόγος ἔχει κακίστους εἶναι τοὺς μὴ τολμῶντας λέγειν ἡμῖν καὶ φανεροὺς ποιεῖν ἀνοργιάστους τε ὄντας ἑτέρους θεοὺς καὶ τιμὰς μὴ δεχομένους τὰς προσηκούσας αὐτοῖς; νῦν δὲ δὴ συμβαίνει γιγνόμενον ἅμα τὸ τοιοῦτον· ΑΘ. οἷον γὰρ εἴ ποτέ τις ἡμῶν ἥλιον ἢ σελήνην ἑωρακὼς ἦν γιγνομένους ἐφορῶντάς τε ἡμᾶς πάντας, καὶ μὴ ἔφραζεν ἀδύνατος ὤν πῃ φράζειν, τιμῆς τε ἀμοίρους ὄντας ἅμα καὶ μὴ προθυμοῖτο τό γε αὑτοῦ μέρος, εἰς ἔντιμον χώραν καταφανεῖς ἄγων αὐτούς, ἑορτάς τε αὐτοῖς γίγνεσθαι ποιεῖν καὶ θυσίας, ἀπολαμβανόμενόν τε χρόνον ἑκάστοις μειζόνων καὶ ἐλαττόνων πολλάκις ἐνιαυτῶν ὥρας διανέμειν, ἆρʼ οὐκ ἂν κακὸς ἑαυτῷ τε καὶ ἄλλῳ τῷ γιγνώσκοντι λεγόμενος ἐν δίκῃ συνεδόκει λέγεσθαί ποτʼ ἄν; ΚΛ. πῶς γὰρ οὔκ, ὦ ξένε; κάκιστος μὲν οὖν. ΑΘ. τοῦτο τοίνυν, ὦ Κλεινία φίλε, περὶ ἐμὲ νῦν γιγνόμενον ἴσθι φανερῶς. ΚΛ. πῶς λέγεις; ΑΘ. ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ—καὶ οὐδὲν μέγα διαπέπραγμαι· ῥᾴδιον γὰρ καὶ ἑτέρῳ—τούτων δʼ εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν πλανητῶν ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι. ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δʼ οὔ, μηδʼ ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἵους οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τʼ εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθʼ οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατʼ ὄψιν, διατελεῖ. νῦν δὴ τὸ μετὰ τοῦθʼ ἡμῖν λοιπὸν λέγειν ὅσοι τʼ εἰσίν, καὶ τίνες· οὐ γὰρ μήποτε φανῶμεν ψευδεῖς. βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον. λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δʼ ἔτι λοιπάς. ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γʼ ἐπίπαν. δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι. λέγωμεν δὴ ταύτας ἡλίου τʼ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου—ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δʼ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν· ΑΘ. παλαιὸς γὰρ δὴ τρόπος ἔθρεψεν τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θʼ ἱκανῶς κέκτηται, φανεροὺς μὲν ὡς ἔπος εἰπεῖν ἀστέρας ἀεὶ σύμπαντας καθορῶντας, ἅτε νεφῶν καὶ ὑδάτων ἀπόπροσθεν ἀεὶ τοῦ κόσμου κεκτημένους, ὅθεν καὶ πανταχόσε καὶ δεῦρʼ ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ. διὸ θαρροῦντα χρὴ ταῦτα εἰς νόμους θέσθαι—τὸ γὰρ μὴ τίμια τὰ θεῖα εἶναι, τὰ δὲ τίμια, σαφῶς οὐκ ἐμφρόνων—ὅτι δὲ οὐκ ὀνόματα ἔσχηκεν, τήν γε αἰτίαν χρὴ λέγεσθαι ταύτην. ἀλλὰ γὰρ ἐπωνυμίαν εἰλήφασιν θεῶν· ὁ μὲν γὰρ ἑωσφόρος ἕσπερός τε ὢν αὑτὸς ἀφροδίτης εἶναι σχεδὸν ἔχει λόγον καὶ μάλα Συρίῳ νομοθέτῃ πρέπον, ὁ δʼ ὁμόδρομος ἡλίῳ τε ἅμα καὶ τούτῳ σχεδὸν Ἑρμοῦ. τρεῖς δʼ ἔτι φορὰς λέγωμεν ἐπὶ δεξιὰ πορευομένων μετὰ σελήνης τε καὶ ἡλίου. ἕνα δὲ τὸν ὄγδοον χρὴ λέγειν, ὃν μάλιστά τις ἂν κόσμον προσαγορεύοι, ὃς ἐναντίος ἐκείνοις σύμπασιν πορεύεται, οὐκ ἄγων τοὺς ἄλλους, ὥς γε ἀνθρώποις φαίνοιτʼ ἂν ὀλίγα τούτων εἰδόσιν. ὅσα δὲ ἱκανῶς ἴσμεν, ἀνάγκη λέγειν καὶ λέγομεν· ἡ γὰρ ὄντως οὖσα σοφία ταύτῃ πῃ φαίνεται τῷ καὶ σμικρὰ συννοίας ὀρθῆς θείας τε μετειληφότι. λοιποὶ δὴ τρεῖς ἀστέρες, ὧν εἷς μὲν βραδυτῆτι διαφέρων αὐτῶν ἐστι, Κρόνου δʼ αὐτόν τινες ἐπωνυμίαν φθέγγονται· τὸν δὲ μετὰ τοῦτον βραδυτῆτι λέγειν χρὴ Διός, Ἄρεως δὲ ὁ μετὰ τοῦτον, πάντων δὲ οὗτος ἐρυθρώτατον ἔχει χρῶμα. χαλεπὸν δὲ οὐδὲν τούτων κατανοῆσαί τινα φράζοντός τινος, ἀλλὰ μαθόντα, ὡς λέγομεν, ἡγεῖσθαι δεῖ. τόδε γε μὴν διανοηθῆναι χρὴ πάντʼ ἄνδρα Ἕλληνα, ὡς τόπον ἔχομεν τὸν τῶν Ἑλλήνων πρὸς ἀρετὴν ἐν τοῖς σχεδὸν ἄριστον· τὸ δʼ ἐπαινετὸν αὐτοῦ χρὴ λέγειν ὅτι μέσος ἂν εἴη χειμώνων τε καὶ τῆς θερινῆς φύσεως, ἡ δʼ ὑστεροῦσα ἡμῖν εἰς τὸ θερινὸν φύσις τοῦ περὶ τὸν ἐκεῖ τόπον, ὅπερ εἴπομεν, ὕστερον αὐτοῖς παραδέδωκεν τὸ τούτων τῶν θεῶν τοῦ κόσμου κατανόημα. λάβωμεν δὲ ὡς ὅτιπερ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται·