<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="973"><p><said who="#Κλεινίας"><milestone n="973" unit="page"/><milestone unit="section" resp="Stephanus" n="973a"/><label>ΚΛ.</label> πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστʼ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν. τὰ μὲν <milestone unit="section" resp="Stephanus" n="973b"/> γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν· ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν· σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ. <milestone unit="section" resp="Stephanus" n="973c"/> πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδʼ εὔδαιμον. ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετʼ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν. οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων— μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτʼ ἂν ζῶν τε ὡς κάλλιστʼ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς <milestone unit="section" resp="Stephanus" n="973d"/> τοιαύτης τυχεῖν—λέγω δʼ οὐδὲν σοφόν, ἀλλʼ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ· πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτʼ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων <milestone n="974" unit="page"/><milestone unit="section" resp="Stephanus" n="974a"/> ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="974"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> καὶ χρόνος βραχὺς ἄν τις εἴη πρὸς λογισμὸν μή τοι τῶν μοχθηρῶν, ἀλλʼ ὃ πᾶς ἂν ὑπολάβοι μέτριον. οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον· ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσειʼ ἂν μήποτʼ ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν. τούτων δὴ τί ποτέ μοι τεκμήριον; ὅτι πέφυκεν ταύτῃ τὸ νῦν ζητούμενον <milestone unit="section" resp="Stephanus" n="974b"/> τῷ λόγῳ. ζητοῦμεν δὲ δὴ τίνα τρόπον σοφοὶ γενησόμεθα, ὡς οὔσης τινὸς ἑκάστοις ταύτης τῆς δυνάμεως· ἡ δὲ φυγῇ φεύγει τότε ὅταν τις πρός τινα φρόνησιν ἴῃ τῶν λεγομένων τεχνῶν ἢ φρονήσεων ἤ τινων ἄλλων τοιούτων ὡς οἰόμεθα ἐπιστημῶν, ὡς ἀξίας τούτων οὐδεμιᾶς οὔσης ἐπίκλησιν ῥηθῆναι τῆς περὶ ταῦτα σοφίας τἀνθρώπινα, τῆς δὲ ψυχῆς σφόδρα πεποιθυίας καὶ μαντευομένης ὡς οὔσης αὐτῇ κατά <milestone unit="section" resp="Stephanus" n="974c"/> τινα φύσιν ταύτης, τίς δέ ἐστιν καὶ πότε καὶ πῶς, οὐ πάνυ δυναμένης ἐξευρίσκειν. ἆρʼ οὐ τούτῳ σφόδρα προσέοιχʼ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων; ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν;</said></p><p><said who="#Κλεινίας"><label>ΚΛ.</label> συμφήσομεν ἐπʼ ἐλπίδι σοι ἴσως ταῦτʼ, ὦ ξένε, τῇ <milestone unit="section" resp="Stephanus" n="974d"/> μετὰ σοῦ κατὰ χρόνον ἂν γενομένῃ, δοξάσαι περὶ αὐτῶν εἰς αὖθις τὸ ἀληθέστατον.</said></p><p><said who="#Ἀθηναῖος"><label>ΑΘ.</label> τὰς ἄλλας τοίνυν ὅσαι ἐπιστῆμαι μέν εἰσιν λεγόμεναι, σοφὸν δὲ οὐκ ἀποτελοῦσιν τὸν λαμβάνοντά τε αὐτὰς καὶ ἔχοντα, πρῶτον διεξιτέον, ὅπως ταύτας ἐκποδὼν θέμενοι, πειρώμεθα ἐκείνας ὧν δεόμεθα παραθέσθαι τε καὶ παραθέμενοι μανθάνειν.

<milestone ed="P" unit="para"/>πρῶτον μὲν τοίνυν ὧν πρῶτον δεῖ θνητῷ γένει, ἴδωμεν <milestone unit="section" resp="Stephanus" n="974e"/> ὡς εἰσὶ μὲν ἀναγκαιόταται σχεδὸν ἀληθῶς τε πρῶται, ὁ δὲ ἐπιστήμων αὐτῶν γιγνόμενος, εἰ καὶ κατʼ ἀρχὰς ἔδοξέν τις εἶναί ποτε σοφός, οὔκουν νῦν γε οὔτε σοφὸς εἶναι δοξάζεται <milestone n="975" unit="page"/><milestone unit="section" resp="Stephanus" n="975a"/> ὀνείδη τε ἴσχει μᾶλλον ἀπὸ τῆς τοιαύτης ἐπιστήμης.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="975"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἐροῦμεν δὴ αἵ τʼ εἰσὶν καὶ ὅτι πᾶς ἀνὴρ αὐτάς, σχεδὸν ὅσοις ἀγὼν πρόκειται τοῦ δοκεῖν ὡς ἄριστον ἄνδρα συμβῆναι γενόμενον ἄν, φεύγει διὰ τὰς κτήσεις τῆς φρονήσεώς τε καὶ ἐπιτηδεύσεως. ἔστω δὴ πρῶτον μὲν ἡ τῆς ἀλληλοφαγίας τῶν ζῴων ἡμᾶς τῶν μέν, ὡς ὁ μῦθός ἐστιν, τὸ παράπαν ἀποστήσασα, τῶν δὲ εἰς τὴν νόμιμον ἐδωδὴν καταστήσασα. ἵλεῳ δʼ ἡμῖν οἱ πρόσθεν εἴησάν τε καὶ εἰσίν—οἵτινες μὲν <milestone unit="section" resp="Stephanus" n="975b"/> γὰρ <sic>οὖν</sic> ἐλέγομεν, πρῶτοι χαιρέτωσαν—ἡ δʼ οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι· τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτʼ ἄν. σχεδὸν δʼ οὐδὲ χώρας συμπάσης γεωργία· οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι. καὶ μὴν οὐδʼ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν <milestone unit="section" resp="Stephanus" n="975c"/> πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλʼ οὐκ ἐπʼ ἀρετῇ λεγομένη. καὶ μὴν οὐδʼ ἡ σύμπασα θηρευτική, πολλή περ καὶ τεχνικὴ γεγονυῖα, τό γε μεγαλοπρεπὲς σὺν τῷ σοφῷ οὐκ ἀποδίδωσιν. οὐ μὴν οὐδὲ μαντική γε οὐδʼ ἑρμηνευτικὴ τὸ παράπαν· τὸ λεγόμενον γὰρ οἶδεν μόνον, εἰ δʼ ἀληθές, οὐκ ἔμαθεν.

<milestone ed="P" unit="para"/>ὅτε δὴ τὴν τῶν ἀναγκαίων ὁρῶμεν κτῆσιν διὰ τέχνης μὲν <milestone unit="section" resp="Stephanus" n="975d"/> ἀπεργαζομένην, τούτων δὲ οὐδεμίαν οὐδένα σοφὸν ποιοῦσαν, τό γε μετὰ τοῦτο παιδιά τις ἂν λείποιτο, μιμητικὴ μὲν τὸ πλεῖστον ἀλλʼ οὐδαμῇ σπουδαία. πολλοῖς μὲν γὰρ ὀργάνοις μιμοῦνται, πολλοῖς δʼ αὐτῶν τῶν σωμάτων οὐ πάντως εὐσχήμοσι μιμήμασιν, τά τε κατὰ λόγους καὶ μοῦσαν πᾶσαν, καὶ ὅσων γραφικὴ μήτηρ, πολλῶν καὶ παντοίων ποικιλμάτων ἀποτελουμένων ἐν πολλοῖς ὑγροῖς καὶ ξηροῖς γένεσιν· ὧν σοφὸν οὐδένα εἰς οὐδὲν σπουδῇ τῇ μεγίστῃ δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται. <milestone unit="section" resp="Stephanus" n="975e"/> 

<milestone ed="P" unit="para"/>πάντων δʼ ἐξειργασμένων τὸ λοιπὸν βοήθεια γίγνοιτʼ ἂν μυρία μυρίοις, ἡ μὲν μεγίστη τε καὶ εἰς πλεῖστα πολεμικὴ κληθεῖσα, στρατηγικὴ τέχνη, εὐδοκιμωτάτη πρὸς χρείαν, εὐτυχίας πλείστης δεομένη, μᾶλλον δὲ ἀνδρείᾳ κατὰ φύσιν ἢ <milestone n="976" unit="page"/><milestone unit="section" resp="Stephanus" n="976a"/> σοφίᾳ δεδομένη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="976"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ἣν δὲ καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὧραι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν. εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην· ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα. βοηθοὺς δέ που καὶ τοὺς κυβερνήτας ἅμα καὶ τοὺς ναύτας ἐροῦμεν, καὶ τούτων ἄνδρα σοφὸν μηδένα τις ἡμᾶς παραμυθούμενος ἐξ ἁπάντων διαγγελλέτω· οὐ γὰρ ἂν εἰδείη τις πνεύματος ὀργὴν <milestone unit="section" resp="Stephanus" n="976b"/> οὐδὲ φιλίαν, ὃ προσφιλὲς ἁπάσῃ κυβερνητικῇ. καὶ μὴν οὐδʼ ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι.

<milestone ed="P" unit="para"/>λοιπὴ δʼ ἔτι πρὸς δόξαν σοφίας ἐστίν τις ἄτοπος δύναμις, ἣν φύσιν ἂν οἱ πολλοὶ μᾶλλον ἢ σοφίαν ὀνομάσειαν, τότε ὅταν τινά τις συννοῇ ῥᾳδίως μὲν ὅτιπερ ἂν μανθάνῃ μανθάνοντα, <milestone unit="section" resp="Stephanus" n="976c"/> μάλα δὲ πολλὰ καὶ ἀσφαλῶς μνημονεύοντα, ὅταν τε τὸ πρόσφορον ἑκάστῳ διαμνημονεύῃ τις, ὅτι γιγνόμενον ἂν πρέποι, τοῦτο δὲ ταχὺ δρᾷ· ταῦτα γὰρ ἅπαντα οἱ μὲν φύσιν, οἱ δὲ σοφίαν, οἱ δὲ ἀγχίνοιαν θήσουσιν φύσεως, σοφὸν δὲ ὄντως οὐδενὶ τούτων οὐδεὶς τῶν ἐμφρόνων ἐθελήσει ποτὲ καλεῖν.

	<milestone ed="P" unit="para"/>ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸς γίγνοιτʼ ἂν ὁ σοφὸς ὄντως ὢν καὶ μὴ μόνον δοξαζόμενος. ἴδωμεν δή. χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν <milestone unit="section" resp="Stephanus" n="976d"/> ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτʼ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτʼ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς διʼ αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής. κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτʼ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων. οὐ δὴ <milestone unit="section" resp="Stephanus" n="976e"/> τοῦτό γε πάνυ χαλεπὸν τὸ κατιδεῖν. μία γὰρ ὡς εἰπεῖν πρὸς μίαν ἡ τὸν ἀριθμὸν δοῦσα παντὶ τῷ θνητῷ γένει τοῦτʼ ἂν δράσειεν· θεὸν δʼ αὐτὸν μᾶλλον ἤ τινα τύχην ἡγοῦμαι δόντα ἡμῖν σῴζειν ἡμᾶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="977"><p><said who="#Ἀθηναῖος" rend="merge"><label>ΑΘ.</label> ὃν δὲ θεὸν ἡγοῦμαι, φράζειν χρή, καίπερ ἄτοπον ὄντα, καί πως οὐκ ἄτοπον αὖ· πῶς γὰρ τὸ <milestone n="977" unit="page"/><milestone unit="section" resp="Stephanus" n="977a"/> ἀγαθῶν αἴτιον ἡμῖν συμπάντων οὐ καὶ τοῦ πολὺ μεγίστου, τῆς φρονήσεως, αἴτιον ἡγεῖσθαι δεῖ γεγονέναι; τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλέ τε καὶ Κλεινία; σχεδὸν Οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς σύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ. τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν· δοῦναι δὲ ἅμα καὶ ἀριθμὸν ἡμεῖς γε ὄντως αὐτόν φαμεν, ἔτι δὲ καὶ δώσειν, ἐάν <milestone unit="section" resp="Stephanus" n="977b"/> τις θέλῃ συνακολουθεῖν. ἐὰν γὰρ ἴῃ τις ἐπὶ θεωρίαν ὀρθὴν τὴν τοῦδε, εἴτε κόσμον εἴτε ὄλυμπον εἴτε οὐρανὸν ἐν ἡδονῇ τῳ λέγειν, λεγέτω μέν, ἀκολουθείτω δὲ ὅπῃ ποικίλλων αὑτὸν καὶ τὰ ἐν αὑτῷ στρέφων ἄστρα πάσας διεξόδους ὥρας τε καὶ τροφὴν πᾶσιν παρέχεται. καὶ τὴν ἄλλην δὲ οὖν φρόνησιν, ὡς φαῖμεν ἄν, σὺν ἀριθμῷ παντί, καὶ τἆλλʼ ἀγαθά· τοῦτο δὲ μέγιστον, ἐάν τις τὴν ἀριθμῶν αὐτοῦ δόσιν δεξάμενος ἐπεξέλθῃ πᾶσαν τὴν περίοδον.

<milestone ed="P" unit="para"/>ἔτι δὲ σμικρὸν ἐπανελθόντες πως τοῖς λόγοις ἀναμνησθῶμεν <milestone unit="section" resp="Stephanus" n="977c"/> ὅτι καὶ μάλʼ ὀρθῶς ἐνοήσαμεν ὡς, εἴπερ ἀριθμὸν ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐξέλοιμεν, οὐκ ἄν ποτέ τι φρόνιμοι γενοίμεθα. οὐ γὰρ ἂν ἔτι ποτὲ ψυχὴ τούτου τοῦ ζῴου πᾶσαν ἀρετὴν λάβοι σχεδόν, ὅτου λόγος ἀπείη· ζῷον δὲ ὅτι μὴ γιγνώσκοι δύο καὶ τρία μηδὲ περιττὸν μηδὲ ἄρτιον, ἀγνοοῖ δὲ τὸ παράπαν ἀριθμόν, οὐκ ἄν ποτε διδόναι λόγον ἔχοι περὶ ὧν αἰσθήσεις καὶ μνήμας <del>ἔχοι</del> μόνον εἴη κεκτημένον, τὴν <milestone unit="section" resp="Stephanus" n="977d"/> δὲ ἄλλην ἀρετήν, ἀνδρείαν καὶ σωφροσύνην, οὐδὲν ἀποκωλύει. στερόμενος δὲ ἀληθοῦς λόγου σοφὸς οὐκ ἄν ποτε γένοιτο, ὅτῳ δὲ σοφία μὴ προσείη, πάσης ἀρετῆς τὸ μέγιστον μέρος, οὐκ ἂν ἔτι τελέως ἀγαθὸς γενόμενος εὐδαίμων ποτὲ γένοιτο. οὕτως ἀριθμὸν μὲν ἀνάγκη πᾶσα ὑποτίθεσθαι· διότι δὲ τοῦτο ἀνάγκη, λόγος ἔτι πλείων πάντων γίγνοιτʼ ἂν τῶν εἰρημένων. ἀλλὰ καὶ ὁ νῦν ὀρθῶς ῥηθήσεται, ὅτι καὶ τὰ τῶν ἄλλων τεχνῶν λεγόμενα, ἃ νυνδὴ διήλθομεν ἐῶντες εἶναι πάσας τὰς <milestone unit="section" resp="Stephanus" n="977e"/> τέχνας, οὐδὲ τούτων ἓν οὐδὲν μένει, πάντα δʼ ἀπολείπεται τὸ παράπαν, ὅταν ἀριθμητικήν τις ἀνέλῃ.</said></p></div></div></body></text></TEI>